178
ἐπίνοιαν καὶ ἐνέργειαν συνυπάρχοντα εχει τὸν υἱὸν ὁ πατήρ· εστι γὰρ ὁ λόγος πρὸς τὸν θεὸν θεὸς ων λόγος, ιν' ὁ πατὴρ ῃ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί· ηρμοζε γὰρ θεῷ πατρὶ συνεῖναι θεὸν λόγον. ἀλλὰ καὶ φῶς ων ὁ θεὸς εχει φῶς σὺν αὐτῷ τὸν υἱὸν ῃ φησι ∆ανιὴλ Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. οὐ γὰρ ειπεν Ην η Εσται ἀλλ' ̓Εστίνδηλωτικὸν γὰρ τοῦτο ἀϊδιότητος, οθεν καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου ειρηται. Καὶ ἡ ἀλήθεια δὲ οὐ γέγονεν η εσεσθαι κύκλῳ ἀλλ' ειναι τοῦ δυνατοῦ θεοῦ ειρηται. παρέσται δὲ τῷ δυνατῷ θεῷ καὶ ἡ ἀΐδιος δύναμις, ἡ αὐτὴ τῇ σοφίᾳ καὶ ἀληθείᾳ καὶ φωτὶ καὶ λόγῳ τοῦ θεοῦ ὑπάρχουσα, ἀλλὰ καὶ παρὰ τοῖς κυκλοῦσί σε ἡ ἀλήθειά σου. 885 Ps 88,10 Νοήσεις καὶ ουτως· πίστις τοῦ δεσπόζειν αὐτὸν πάσης τῆς κτίσεως καὶ τῆς θαλάσσης τὰ περὶ τοῦ ̓Ιωνᾶ ἀναγραφέντα· ἐκεῖ γὰρ ἐξεγηγερκέναι κλύδωνα ἐν τῇ θαλάσσῃ λέγεται, καὶ πάλιν θελήσει αὐτοῦ Εστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς. καὶ ὁ ̓Ιησοῦς εργῳ δεικνὺς οτι υἱός ἐστι τοῦ δεσπότου τοῦ κράτους τῆς θαλάσσης, ἐπαφριζούσῃ αὐτῇ καὶ τρικυμίας διεγειρούσῃ ἐπιτιμᾷ καὶ εὐθέως αὐτὴν καταπραΰνει. Εἰ δὲ σημαίνοι τὸν τῶν ἀνθρώπων βίον ἡ τῆς θαλάσσης προσηγορία, κράτος αὐτῆς δύναται ειναι ὁ πονηρὸς ἐν ῳ ὁ κόσμος ολος κεῖται τουτέστιν ἡ θνητὴ καὶ ἐπίκηρος πολιτεία. τούτῳ ουν τῷ κράτει τῆς θαλάσσης ἀσθένειαν ὁ δεσπότης αὐτοῦ παρέχων ἐξουσίαν ὀρέγει τοῖς φοιτηταῖς πατεῖν ἐπὶ πᾶσαν αὐτοῦ τὴν δύναμιν, καταπραΰνων τὰς ἀστάτους καὶ ἀνωμάλους ὁρμὰς κύματα αὐτῆς καλουμένας ἐπὶ τῷ καὶ βάσιμον αὐτὴν ειναι τοῖς ἐξουσίαν λαβοῦσιν ἐπ' αὐτῆς σὺν ̓Ιησοῦ βαδίζειν ων εἰκόνα ὁ Πέτρος φέρει. οὐδεὶς γὰρ ανευ ̓Ιησοῦ κατ' ἐκεῖνον πατεῖν δύναται τὴν τοῦ βίου θάλασσαν, ὑπεράνω μεριμνῶν καὶ ἡδυπαθειῶν γινόμενος, εἰ μὴ ̓Ιησοῦ συμπεριπατῇ. αὐτὸς γάρ ἐστιν ὁ περιπατῶν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης, οθεν ειρηται πρὸς αὐτὸν ̓Εν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν υδασι πολλοῖς. αις γὰρ ετριψεν ̓Ιησοῦς τρίβοις ἐν τοῖς ἰσχυροῖς υδασι, τὰ πάθη εἰσὶ καὶ βιωτικαὶ μέριμναι αις ἐπιβαίνειν δύνανται οἱ ἐπακολουθοῦντες τοῖς ιχνεσι αὐτοῦ. 886 Ps 88,12.13 Πρὸς διάνοιαν δὲ πάντες οἱ ἑρμηνευόμενοι οὐρανοὶ ἐξομολογούμενοι τὰ θαυμάσια αὐτοῦ καὶ ἡ τὸν ̓Ιησοῦ δεχομένη σπόρον καὶ καρποφοροῦσα εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα γῆ αὐτοῦ τυγχάνουσα κτῆμα δὲ αὐτοῦ τυγχάνει, καὶ ην ἐθεμελίωσεν αμα τῷ πληρώματι αὐτῆς οἰκουμένην, οὐκ αλλη τῆς ἐκκλησίας ουσα ἐν ῃ οἰκοῦσι ψυχαὶ αἱ τὸν ὀρθὸν λόγον καὶ τὴν ἀλήθειαν προσηκάμεναι. οἰκοῦσι δὲ αὐτὴν καὶ ἱεραὶ δυνάμεις παρεμβάλλουσαι κύκλῳ τῶν φοβουμένων αὐτόν. θεμέλιος δὲ ἐφ' ον τεθεμελίωται οὐχ ετερός ἐστι τοῦ περὶ ων γράφει Παῦλος Θεμέλιον γὰρ αλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ος ἐστιν ̓Ιησοῦς Χριστός. πλήρωμα δὲ τῆς νοητῆς ταύτης οἰκουμένης ἐπὶ τὸν αὐτὸν θεμέλιον ἱδρυμένον τὸ πλήρωμα τῶν ἀρετῶν ἐστι καὶ τῶν τῆς εὐσεβείας δογμάτων αμα τοῖς θείοις τοῦ πνεύματος δωρήμασιν. Εκτισε δὲ τὸν βορρᾶν ὁ κύριος καὶ τὰς θαλάσσας ἐπὶ τῷ μηκέτι ειναι ο ησαν πρότερον. ὡς γὰρ κτίσας τοὺς δύο εἰς ενα καινὸν ανθρωπον ἐκ δύο ενα αὐτοὺς πεποίηκε καὶ ἡ κτιζομένη δὲ καρδία καθαρὰ ἐξ ου καθαρὰ γεγένηται κτίζει δὲ καὶ τοὺς ἐκτὸς τῆς πίστεως, ιν' ἐν Χριστῷ καινὴ κτίσις γένωνται-ουτω κτίζει τὸν βορρᾶν καὶ τὰς θαλάσσας. Πᾶς δὲ ὁ τυγχάνων ἐκλογῆς θείας καὶ ὑπὸ φωτὸς μετεωριζόμενος τῷ πεφωτικέναι ἑαυτῷ φῶς γνώσεως ἀγαλλιᾶται τῷ ὀνόματι τοῦ θεοῦ. ὡς ἐκτὸς μὲν τὸ Θαβώρ, φωτὸς δὲ μετεωρισμὸς τὸ ̔Ερμωνιείμ· εἰς ταῦτα γὰρ μεταλαμβάνονται αἱ ̔Εβραϊκαὶ τῶν ὀρέων προσηγορίαι. εἰ δὲ καὶ λάκκος ἑρμηνεύεται τὸ Θαβώρ (καὶ ουτω γὰρ φέρεται), νοήσεις πῶς ειρηται ἐπαινετὸς λάκκος, ἐπιστήσας ὡς δίδωσι θεός τισιν εὐλογίας τρόπῳ λάκκους λελατομημένους ους οὐκ ἐξελατόμησαν οἱ εἰληφότες. εἰ δὲ καὶ ἐπὶ ψόγου λέγοιτο ἡ λάκκος φωνὴ μεταβαλὼν ουτως ὠνομασμένος ὡς οὐ χρηματίσαι φρέαρ, ἡ πηγὴ ἀγαλλιάσεται ἐπὶ τῷ ὀνόματι κυρίου. 887 Ps 88,14.15 ̔Η ποιητικὴ τοῦ θεοῦ δύναμις