178
Ἀφίησι τοὺς μαθητὰς, καὶ ἀνέρχεται εἰς τὸ ὄρος. Οἱ δὲ τοῦ διδασκάλου ἀπολειφθέντες, ὡς ὀψία ἐγένετο, κατέβησαν εἰς τὴν θάλασσαν· καὶ μέχρι μὲν τῆς ἑσπέρας περιέμενον αὐτὸν, ἥξειν προσδοκῶντες πρὸς αὐτούς. Γενομένης δὲ ἑσπέρας, οὐκ ἔτι ἀνέχονται μὴ ἐπιζήτησιν αὐτοῦ ἐλθεῖν· τοσοῦτος αὐτοὺς κατεῖχεν ἔρως. Οὐδὲ γὰρ εἶπον· Ἑσπέρα νῦν ἐστι, καὶ νὺξ κατέλαβε, ποῦ νῦν ἀπελευσόμεθα; ἐπικίνδυνος ὁ τόπος, ἐπισφαλὴς ὁ καιρός· ἀλλ' ὑπὸ τοῦ πόθου πυρούμενοι, ἐνέβησαν εἰς τὸ πλοῖον. Οὐ γὰρ ἁπλῶς ὁ εὐαγγελιστὴς καὶ τὸν καιρὸν ἐπισημαίνεται, ἀλλ' ὥστε διὰ τούτου τὴν θερμὴν αὐτῶν ἀγάπην ἐμφῆναι. Τίνος οὖν ἕνεκεν ἀφίησιν αὐτοὺς καὶ ἀναχωρεῖ; μᾶλλον δὲ, τίνος ἕνεκεν φαίνεται πάλιν μόνος ἐπὶ τῆς θαλάσσης βαδίζων; Ἐκείνῳ μὲν διδάσκων αὐτοὺς πόσον ἐστὶν ἡ ἀπόλειψις, καὶ τὸν πόθον ἐργαζόμενος μείζονα· τούτῳ δὲ πάλιν τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος. Ὥσπερ γὰρ ἐν τῇ διδασκαλίᾳ οὐ μετὰ τοῦ ὄχλου πάντα ἤκουον, οὕτω καὶ ἐπὶ τῶν σημείων οὐ μετὰ τοῦ πλήθους πάντα ἑώρων. Ἐχρῆν γὰρ αὐτοὺς μέλλοντας ἐγχειρίζεσθαι τῆς οἰκουμένης τὴν προστασίαν, ἔχειν τι τῶν λοιπῶν πλέον. Καὶ ποῖα σημεῖα καθ' ἑαυτοὺς εἶδον; φησί. Τὴν μεταμόρφωσιν τὴν ἐπὶ τοῦ ὄρους, τοῦτο τὸ ἐπὶ τῆς θαλάσσης, τὰ μετὰ τὴν ἀνάστασιν πολλὰ καὶ μεγάλα ὄντα. Ἐγὼ δὲ καὶ ἕτερα στοχάζομαι ἀπὸ τούτων. Ἤρχοντο δὲ εἰς Καπερναοὺμ, τὸ μὲν σαφὲς οὐκ εἰδότες, ἐκεῖ δὲ προσδοκῶντες, εὑρήσειν αὐτὸν, ἢ καὶ κατὰ μέσον τὸν πλοῦν. Τοῦτο γοῦν ὁ Ἰωάννης ᾐνίξατο εἰπὼν, ὅτι σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα μεγάλου ἀνέμου πνέοντος διηγείρετο. Τί οὖν ἐκεῖνοι; Ταράσσονται· πολλὰ δὲ ἦν τὰ τοῦτο ποιεῖν αὐτοὺς ἀναγκάζοντα, καὶ πολλαχόθεν· καὶ γὰρ καὶ ἀπὸ τοῦ καιροῦ· σκοτία γὰρ ἦν· καὶ ἀπὸ τοῦ χειμῶνος· ἡ γὰρ θάλασσα διηγείρετο· καὶ ἀπὸ τοῦ τόπου· οὐ γὰρ ἦσαν ἐγγὺς τῆς γῆς, ἀλλ' Ἐληλακότες ὡς σταδίους εἰκοσιπέντε· καὶ ἀπὸ τοῦ παραδόξου τὸ τελευταῖον· Θεωροῦσι γὰρ αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα· οἷς καὶ ταραχθεῖσι σφόδρα λέγει· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τίνος οὖν ἕνεκεν ἐφάνη; ∆εικνὺς ὅτι αὐτός ἐστιν ὁ τὸν χειμῶνα λύσων. Τοῦτο γὰρ ἐνέφηνεν ὁ εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἤθελον λαβεῖν αὐτόν· καὶ εὐθέως τὸ πλοῖον ἐγγὺς τῆς γῆς ἐγένετο. Οὐ γὰρ μόνον ἀσφαλῆ, ἀλλὰ καὶ ἐξ οὐρίων αὐτοῖς παρέσχε τὸν πλοῦν. Τῷ ὄχλῳ δὲ οὐκ ἐπέδειξεν ἑαυτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα· μεῖζον γὰρ ἢ κατὰ τὴν ἐκείνων ἀσθένειαν τὸ σημεῖον ἦν. Ἀλλ' οὐδὲ τοῖς μαθηταῖς ὤφθη 59.246 ἐπὶ πολὺ τοῦτο ποιῶν, ἀλλὰ ἅμα τε ὤφθη, καὶ ἀπέστη ἀπ' αὐτῶν. Ἐμοὶ δὲ καὶ τοῦτο δοκεῖ τὸ σημεῖον ἕτερον εἶναι τοῦ παρὰ τῷ Ματθαίῳ κειμένου Καὶ ὅτι ἕτερον, πολλαχόθεν δῆλον. Πολλάκις γὰρ τὰ αὐτὰ ποιεῖ σημεῖα, ὥστε παρασκευάσαι μὴ μόνον σφόδρα ξενίζεσθαι τοὺς ὁρῶντας, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτὰ δέχεσθαι πίστεως. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Μετὰ τοῦ ῥήματος καὶ τὴν δειλίαν ἐξέβαλεν ἀπὸ τῆς ἐκείνων ψυχῆς. Ἀλλαχοῦ δὲ οὐχ οὕτω ποιεῖ. ∆ιὰ τοῦτο γοῦν καὶ ὁ Πέτρος ἔλεγε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν. Πόθεν οὖν τότε μὲν οὐκ εὐθέως τοῦτο ἐδέξαντο, νῦν δὲ ἐπείσθησαν; Ὅτι τότε μὲν ἔτι ὁ χειμὼν ἐπέμενε σαλεύων τὸ πλοῖον· νῦν δὲ μετὰ τῆς φωνῆς ἡ γαλήνη παρεγένετο· ἢ εἰ μὴ τοῦτο, τὸ πρότερον ἐκεῖνό ἐστιν ὅπερ ἔφθην εἰπὼν, ὅτι πολλάκις τὰ αὐτὰ ποιῶν σημεῖα, εὐπαράδεκτα τῷ χρόνῳ τὰ δεύτερα ἀπὸ τῶν προτέρων εἰργάζετο. Τίνος δὲ ἕνεκεν οὐκ ἀνέβη εἰς τὸ πλοῖον; Τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος, καὶ ἅμα τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι τρανότερον, καὶ δεῖξαι ὅτι τότε εὐχαριστήσας, οὐχὶ δεόμενος βοηθείας τοῦτο ἐποίησεν, ἀλλ' ἐκείνοις συγκαταβαίνων. Καὶ εἴασε μὲν γενέσθαι τὸν χειμῶνα, ἵνα ἀεὶ αὐτὸν ἐπιζητῶσιν· ἔπαυσε δὲ πάλιν εὐθέως, ἵνα τὴν δύναμιν αὐτοῦ γνωρίσῃ· οὐκ ἐνέβη δὲ εἰς τὸ πλοῖον, ἵνα τὸ θαῦμα μεῖζον ἐργάσηται. Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς ἰδὼν ὅτι ἄλλο πλοιάριον οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν εἰς ὃ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι ὁ Ἰησοῦς οὐ συνεισῆλθεν· ἐνέβησαν καὶ αὐτοὶ εἰς ἕτερα πλοιάρια, ἐλθόντα ἀπὸ Τιβεριάδος. Καὶ τίνος ἕνεκεν ἀκριβολογεῖται ὁ