179
(αυτη δ' ἐστὶν ὁ δημιουργικὸς αὐτοῦ ων αὐτοῦ μονογενὴς υἱός) απασι τοῖς ἐγκειμένοις ὀνόμασι σημαίνεται. βραχίων γὰρ ειρηται ἐν τῷ Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ ̔Υψηλός σου ὁ βραχίων, καὶ οὐκ ῃδειμεν. ἀλλὰ καὶ χεὶρ κυρίου ὁμολογεῖται ἐν τῷ ̔Η χείρ μου ἡ ὑψηλὴ ἐποίησε ταῦτα πάντα· καὶ δεξιὰ ἐν τῷ ∆εξιὰ κυρίου υψωσέ με. Λέγει γοῦν ὁ αγιος τῷ θεῷ· Σὸς ὁ βραχίων μετὰ δυναστείας, βασιλεύων καὶ κρατῶν ἁπάντων. φάσκει δὲ καὶ τὸ Κραταιωθήτω ἡ χείρ σου, παραδοξοποιοῦσα καὶ δυνάμεις τεραστίους ἐπιτελοῦσα. φησὶ γὰρ ὁ Πέτρος πρὸς τὸν θεὸν ∆ὸς τοῖς δούλοις σου ἀφόβως μετὰ παρρησίας λαλεῖν τὸν λόγον σου ἐν τῷ ἐκτείνειν τὴν χεῖρά σου εἰς ιασιν καὶ σημεῖα καὶ τέρατα. Κατ' ἐπίνοιαν ουν διάφορον ἡ τοῦ πατρὸς δύναμις ὁ Χριστὸς ταῦτα καλεῖται. εἰ γὰρ υἱὸς θεοῦ καὶ σοφία καὶ θεὸς λόγος καὶ ἀλήθεια δεξιά ἐστιν ὑψουμένη θεοῦ μετεωρίζουσα καὶ ἐπαίρουσα πάντα τὸν μιμητήν, προπορεύεται δὲ τῆς σῆς παρουσίας ελεος καὶ ἀλήθεια· οὐδεὶς γὰρ οιός τέ ἐστι προσβαλεῖν σου τῷ προσώπῳ μὴ πρότερον ἠλεημένος καὶ τῇ ἀληθείᾳ ἐνωμιληκώς. ∆υνατὸν γοῦν ὡς ἐν αλλοις καὶ ἐνταῦθα τὸ ελεος καὶ τὴν ἀλήθειαν μὴ αλλα τοῦ μονογενοῦς ειναι ὡς ἐν τῷ ̓Εξαπέστειλεν ὁ θεὸς τὸ ελεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. ουτος ουν ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς ὁ αὐτὸς ων τῷ ἐλέει καὶ τῇ ἀληθείᾳ τοῦ θεοῦ προεπιδημῶν ταῖς διανοίαις ἐμφανίζει τὸν συνηρμοσμένον αὐτῷ πατέρα· ̔Ο γὰρ ἐμὲ δεχόμενος δέχεται τὸν πατέρα, καὶ ̓Ελευσόμεθα ἐγώ τε καὶ ὁ πατήρ. εἰκὼν γὰρ ὑπάρχων τοῦ θεοῦ τοῦ ἀοράτου ἐμφανίζει ἑαυτὸν τῷ καθαρῷ νῷ, οπως διὰ τὸ ὁραθῆναι δείξῃ καὶ τὸν πατέρα. Εἰ δὲ πρόσωπον τοῦ πατρὸς ὁ υἱὸς λέγοιτο τῷ χαρακτὴρ ειναι τῆς ἑαυτοῦ ὑποστάσεως, προπορευθῆναι τούτου τοῦ προσώπου δεῖ ἐν τοῖς διὰ καθαρότητα τῆς καρδίας δυναμένοις ἐνιδεῖν τῷ θεοῦ προσώπῳ ελεον διὰ ἠθικῶν ἀρετῶν καὶ ἀλήθειαν διὰ γνώσεως τῶν τῆς εὐσεβείας μυστηρίων. ἐπεὶ γὰρ κατὰ τὴν ἠθικὴν ἐνέργειαν ἐλεούμεθα, καὶ κατὰ τὴν γνῶσιν προσβάλλομεν τῇ ἀληθείᾳ· τούτου χάριν πολλαχοῦ αμα τῇ ἀληθείᾳ τὸ ελεος ὀνομάζεται. 888 Ps 88,16-19 Οὐκ ειπε δὲ μακάριον ειναι λαὸν τὸν ἐγνωκότα ἀλαλαγμὸν ἀλλὰ τὸν γινώσκοντα. οὐ γὰρ ἀπαρκεῖ τὸ νενικηκέναι, εἰ μὴ καὶ τὸ νικᾶν ἀεὶ ἐνεργοῖμεν· ἀεὶ γὰρ πρὸς ἀντιπάλους εχομεν. ουτω δέ τις περιγινόμενος τῶν ἀντιπαρατεταγμένων προκόψοι καὶ ἐπὶ τὴν τῆς ἀληθείας θεωρίαν, καὶ ἀεὶ καταλαμπόμενος ὑπὸ τοῦ φωτὸς τοῦ θείου προσώπου ἐν ἡμέρᾳ εσται αἰωνίῳ, ἐν ῃ τυγχάνων αμα πᾶσι τοῖς τὸν αὐτὸν φωτισμὸν εχουσιν ἀγαλλιάσεται περικείμενος τὴν σωστικὴν θεοῦ προσηγορίαν ἐν τῷ ὀνόματι κυρίου ἀγαλλιώμενος ολην τὴν ἡμέραν. πρόφασις γὰρ τῆς ἀγαλλιάσεως καὶ αἰτία τοῖς τῷ προσώπῳ τοῦ θεοῦ πορευομένοις τὸ θεοῦ ονομά ἐστιν. Ουτοι δὲ καὶ μετεωρισθήσονται τῇ σῇ δικαιοσύνῃ ὑψούσῃ αὐτούς. σὴ δὲ δικαιοσύνη ὁ γενόμενος ἡμῖν παρὰ σοῦ, οὐ μόνον σοφία ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιασμός. ὑψοῖ γὰρ απαντας αυτη ἡ δικαιοσύνη, ελκουσα αὐτοὺς πρὸς ἑαυτὴν διὰ μετουσίας. ὑψοῦται δέ τις καὶ τῇ διὰ πίστεως ̓Ιησοῦ Χριστοῦ δικαιοσύνῃ εἰς πάντας τοὺς πιστεύοντας γινομένῃ. αἰτίαν δὲ τούτου ἐδήλωσεν εἰπὼν Οτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν ει σύ. εἰ γὰρ καὶ δύναμιν εχουσι καθ' ην πάντα δυνατῶς ἐπιτελοῦσι καὶ θεωροῦσιν, ἀλλὰ παρὰ σοῦ εἰδότες εχειν αὐτὴν καυχῶνται οὐκ ἐπ' αλλῳ η σοί, πληροῦντες τὸ ̔Ο καυχώμενος ἐν κυρίῳ καυχάσθω. ̔Ομολογοῦσι γοῦν λέγοντες Αὐτὸς γὰρ δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν· οθεν καὶ παρρησιέστερόν φασιν ̓Εν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. ὑψώθη γὰρ καὶ ηυξησεν ἡμῖν εὐδοκίᾳ θεοῦ τοῦ εἰπόντος Ουτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ῳ ηὐδόκησα. ηὐδόκησε γὰρ ἐν τῷ ἰδίῳ υἱῷ σωτηρίαν ἡμῶν ποιῆσαι. καὶ διὰ τοῦτο, φησίν, ἐν τῇ τοῦ θεοῦ εὐδοκίᾳ ὑψώθη τὸ ἡμέτερον κέρας, ἐπεὶ αὐτοῦ τοῦ κυρίου ἐστὶν ἀντίληψις καθ' ην ἀντιλαμβάνεται ὑπερμαχῶν καὶ ὑπερασπίζων τῶν παρ' αὐτοῦ ταύτην τὴν