179
Ἰωάννης; διατί γὰρ οὐκ εἶπεν, ὅτι Οἱ δὲ ὄχλοι τῇ ἑξῆς περάσαντες ἀπῆλθον; Ἕτερόν τι ἡμᾶς βούλεται διδάξαι. Ποῖον τοῦτο; Ὅτι καὶ τοῖς ὄχλοις, εἰ καὶ μὴ οὕτω φανερῶς, ἔδωκε γοῦν ὅμως λανθανόντως ὑπονοῆσαι τὸ γεγενημένον. Εἶδον γὰρ, φησὶν, ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν, καὶ ὅτι Ἰησοῦς οὐ συνεισῆλθε, καὶ ἐμβάντες εἰς τὰ ἐκ Τιβεριάδος πλοιάρια, Ἦλθον ζητοῦντες τὸν Ἰησοῦν εἰς Καπερναούμ. Τί γὰρ ἦν ἕτερον ὑποπτεῦσαι, ἀλλ' ἢ ὅτι τὴν θάλασσαν πεζεύων παρεγένετο; Οὐδὲ γὰρ ἔνι εἰπεῖν, ὅτι ἑτέρῳ πλοίῳ διέβη. Ἓν γὰρ ἦν, φησὶν, εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ. Ἀλλ' ὅμως μετὰ θαῦμα τηλικοῦτον ἐλθόντες, οὐκ ἠρώτησαν αὐτὸν πῶς διέβη, πῶς παρεγένετο, οὐδὲ ἐζήτησαν τὸ τοσοῦτον σημεῖον μαθεῖν· ἀλλὰ τί φασι; Ῥαββὶ, πότε ὧδε γέγονας; Πλὴν εἰ μὴ τὸ Πότε τις ἐνταῦθα λέγοι ἀντὶ τοῦ Πῶς εἰρῆσθαι παρ' αὐτῶν. βʹ. Ἄξιον δὲ καὶ ἐντεῦθεν συνιδεῖν τὴν εὔκολον αὐτῶν γνώμην, Οἱ γὰρ λέγοντες, Οὗτός ἐστιν ὁ προφήτης, οἱ σπουδάζοντες ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βουλεύονται, ἀλλὰ τὸ θαῦμα ἐκβαλόντες, ὡς ἔγωγε οἶμαι, οὐκ ἔτι λοιπὸν ὑπὲρ τῶν προτέρων θαυμάζουσι. ∆ιὰ τοῦτο ἄρα ἐπεζήτουν, βουλόμενοι πάλιν τραπέζης ἀπολαύειν, 59.247 οἵας καὶ πρότερον. ∆ιέβησαν μὲν οὖν τὴν ἐρυθρὰν θάλασσαν καὶ Ἰουδαῖοι, Μωϋσέως ἡγουμένου, ἀλλὰ πολὺ τὸ μέσον ἐνταῦθα. Ὁ μὲν γὰρ εὐχόμενος καὶ ὡς δοῦλος πάντα εἰργάζετο· οὗτος δὲ, μετὰ ἐξουσίας ἁπάσης. Κἀκεῖ μὲν, νότου τότε πνέοντος, εἶξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν· ἐνταῦθα δὲ τὸ θαῦμα μεῖζον ἐγίνετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν ∆εσπότην ἐπὶ τῶν νώτων, μαρτυροῦσα ἐκείνῃ τῇ ῥήσει τῇ λεγούσῃ· Ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. Εἰκότως δὲ μέλλων εἰς Καπερναοὺμ ἐμβαλεῖν τὴν σκληρὰν καὶ ἀπειθῆ, τὸ σημεῖον τῶν ἄρτων εἰργάσατο· οὐ μόνον τοῖς ἐν αὐτῇ γινομένοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς πόλεως θαυματουργουμένοις, μαλάξαι βουλόμενος τῶν ἐν αὐτῇ τὴν ἀπείθειαν. Τὸ γὰρ ὄχλους παραγενέσθαι τοσούτους εἰς τὴν πόλιν ἐκείνην, πολλὴν τεθειμένους σπουδὴν, ποῖον οὐκ ἦν ἱκανὸν μαλάξαι λίθον; Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτον οὐδὲν ἔπαθον, ἀλλὰ πάλιν τροφῆς ἐπεθύμουν σωματικῆς· διὸ καὶ ὀνειδίζονται παρὰ τοῦ Ἰησοῦ. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, εὐχαριστῶμεν τῷ Θεῷ, καὶ τῶν αἰσθητῶν μὲν ἕνεκεν, πολλῷ δὲ μᾶλλον τῶν πνευματικῶν. Οὕτω γὰρ καὶ αὐτὸς βούλεται, καὶ διὰ ταῦτα καὶ ἐκεῖνα δίδωσι, τοὺς ἀτελεστέρους ἐνάγων τούτοις καὶ προπαιδεύων, ἐπειδὴ πρὸς τὸν κόσμον ἔτι κεχήνασιν. Ἀλλ' ὅταν αὐτὰ λαβόντες, ἐν αὐτοῖς ἐναπομείνωσιν, ἐγκαλοῦνται καὶ ἐπιτιμῶνται. Ἐπεὶ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πρῶτον ἐκεῖνο ἐβούλετο δοῦναι, ἀλλ' οὐκ ἠνείχοντο οἱ παρόντες. Εἰπόντος γὰρ, ὅτι Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἔλεγον· Οὗτος βλασφημεῖ. Μὴ δὴ, παρακαλῶ, τοιοῦτον πάθωμέν τι ἡμεῖς, ἀλλ' ἐκείνων ἡμῖν πλείων ἔστω λόγος. ∆ιατί; Ὅτι τῶν πνευματικῶν παρόντων, οὐδεμία ἀπὸ τῆς τῶν σαρκικῶν ἀπουσίας γίνεται βλάβη· ἐκείνων δὲ οὐκ ὄντων, τίς ἔσται ἡμῖν λοιπὸν ἐλπίς; τίς δὲ παραμυθία; ∆ιὸ χρὴ περὶ τούτων ἀεὶ τὸν Θεὸν παρακαλεῖν, καὶ ταῦτα αἰτεῖν. Τοιαῦτα γὰρ καὶ ὁ Χριστὸς ἡμᾶς εὔχεσθαι ἐδίδαξεν. Κἂν ἀναπτύξωμεν τὴν εὐχὴν ἐκείνην, οὐδὲν εὑρήσομεν ἐν αὐτῇ σαρ 59.248 κικὸν, ἀλλὰ πάντα πνευματικά. Καὶ αὐτὸ δὲ τὸ μικρὸν, ἐκεῖνο τὸ αἰσθητὸν, τῷ τρόπῳ γινόμενον πνευματικόν. Τὸ γὰρ παραινεῖν μηδὲν πλέον ἐπιζητεῖν τοῦ ἄρτου τοῦ ἐπιουσίου, τουτέστι, τοῦ καθημερινοῦ, πνευματικῆς ἂν εἴη καὶ φιλοσόφου διανοίας. Τὰ δὲ πρὸ τούτου ὅρα· Ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Εἶτα εἰπὼν τὸ αἰσθητὸν ἐκεῖνο, ταχέως ἀπηλλάγη αὐτοῦ, καὶ πάλιν ἐπὶ τὴν πνευματικὴν ἦλθε διδασκαλίαν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, λέγων, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Οὐδαμοῦ ἀρχὴν, οὐδαμοῦ πλοῦτον, οὐδαμοῦ δόξαν, οὐδαμοῦ δυναστείαν, ἀλλὰ πάντα εἰς ψυχῆς ὠφέλειαν συντελοῦντα ἐνέθηκε τῇ εὐχῇ· οὐδὲν γήϊνον, ἀλλὰ πάντα οὐράνια. Εἰ τοίνυν κελευόμεθα ἀπέχεσθαι τῶν βιωτικῶν καὶ