1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

180

χάριν λαμβανόντων. εστι δὲ ἡ ἀντίληψις τοῦ ἁγίου ̓Ισραὴλ βασιλέως ἡμῶν. ὁ γὰρ βασιλεὺς τοῦ ἀληθινοῦ ̓Ισραὴλ τοῦ θεὸν ὁρῶντος αγιός ἐστιν, ὁ αὐτὸς ων τῷ κυρίῳ ου ἐστιν ἡ ἀντίληψις. ∆ύναται ἡ αὐτὴ ἀντίληψις τοῦ κυρίου ειναι ὡς ἐνεργουμένη ὑπ' αὐτοῦ καὶ τοῦ ἁγίου ̓Ισραὴλ ὡς ὑπομένοντος αὐτήν. αγιον δὲ ̓Ισραὴλ ἐν τούτοις ἐρεῖς τὸν ἁγιαζόμενον ἐν τῷ νῷ καθορᾶν αὐτόν. τὸ δὲ Βασιλεὺς ἡμῶν ἀνακτέον ἐπὶ τὸν κύριον τοῦ ὑπερβατοῦ ουτως ἀποκαθισταμένου, οτι τοῦ κυρίου βασιλέως ἡμῶν ἡ ἀντίληψις καὶ τοῦ ἁγίου ̓Ισραήλ. 889 Ps 88,20-23 ̔Ο ἀντιλαμβανόμενος προφορικοῦ λόγου εἰ μὲν αὐτὸ μόνον αισθοιτο αὐτοῦ η ἀκουστὸς ειη, ἐν ἀκοῇ λέγοντα εχει τὸν λαλοῦντα, εἰ δὲ νοοίη τὰ ἀπαγγελλόμενα, οὐκ ἀκοῇ ἀλλ' ὁράσει νοῦ ἀντιλαμβάνεται τῆς λαλίας τοῦ προσφέροντος αὐτήν. ἐπεὶ ουν θεὸς ἐδείκνυε τὰ πράγματα ετι μᾶλλον η ἀπαγγέλλων αὐτά, λαλεῖ τοῖς διὰ προκοπὴν καὶ τελειότητα χρηματίσασιν αὐτοῦ υἱοῖς οὐκ ἐν ἀκοῇ ἀλλ' ἐν ὁράσει. ουτω γοῦν καὶ περὶ τοῦ ̓Ισραὴλ ἀναγέγραπται Καὶ ὁ λαὸς ἑώρα τὴν φωνὴν κυρίου. δέον εἰπεῖν Ηκουσε τῆς φωνῆς κυρίου, ειρηται δὲ ἀντὶ τούτου τὸ ̔Εώρα τὴν φωνήν, τουτέστιν ἐνόει ταύτην. ὁράσεις ἑώρων οἱ προφῆται· οὐ γὰρ αἰσθητῶν τινων καὶ οψει καταληπτῶν ἀντιλαμβανόμενοι ὁρᾶν ἐλέγοντο, ἀλλὰ νῷ προσβάλλοντες κάλλει πραγμάτων νοητῶν. ̓Ελάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου ̓Εθέμην βοήθειαν ἐπὶ δυνατόν, δυνατὸν λέγων τὸν ἐκ τῆς ῥίζης ̓Ιεσσαὶ γεγενημένον σωτῆρα. ἀληθῶς γὰρ ἐν τούτῳ βοήθειαν εθετο τὴν βοηθῆσαι τῇ κτίσει πάσῃ δυναμένην. εστι δὲ ὁ δυνατὸς ἐφ' ον εθετο βοήθειαν ἐκλεκτὸς ἐκ τοῦ λαοῦ, ὑψωθεὶς οὐ κατὰ τὴν θεότητα ἀλλὰ κατὰ τὴν σάρκα. περὶ αὐτοῦ γάρ ἐστι καὶ τὸ ̓Ισραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. εστι γὰρ ̓Εκλελοχισμένος ἀπὸ μυριάδων, ὡς ἐν τῷ Αισματι τῶν ᾀσμάτων. καὶ κατὰ τοῦτο υψωσεν αὐτὸν ὁ πατήρ, χαρισάμενος αὐτῷ ονομα τὸ ὑπὲρ πᾶν ονομα. Ευρον ∆αυὶδ τὸν δοῦλόν μου· καὶ ἐπεὶ ἐκ σπέρματος ∆αυὶδ τυγχάνει τὸ κατὰ σάρκα, δυνατὸν καὶ ἱκανὸν χειρὶ τυγχάνοντα ἐπὶ τῷ πᾶσαν τὴν λογικὴν κτίσιν εἰς τὸ ουτως δουλεύειν μοι διδάξαι· οθεν καὶ ἐν ἐλαίῳ ἁγίῳ εχρισα αὐτόν, ἀρχιερέα καὶ βασιλέα αμα κατὰ πάντα ἀποδείξας ( ̓Εν ἐλαίῳ ἁγίῳ, τῷ πνεύματι τῷ ἁγίῳ δηλονότι κεχρισμένος, περὶ ου ειρηται Εχρισέ σε ὁ θεὸς ὁ θεός σου ελαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου), ἐπείπερ ἡ χείρ μου συναντιλήψεται αὐτῷ κατισχύοντος αὐτὸν τοῦ βραχίονός μου. βραχίων δὲ καὶ χεὶρ θεοῦ τοῦ μονογενοῦς ἡ θεότης· συναντιλαμβάνεται δὲ αὐτῷ, εργα παράδοξα καὶ μεγάλα δι' αὐτοῦ ἐπιτελοῦσα. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ· ἀντὶ τοῦ ὁ διάβολος (Οὐκ εγνω γὰρ ἁμαρτίαν οὐδ' εσχε δόλον ἐν τῷ στόματι αὐτοῦ), δοκῶν ὠφελεῖν ἐν οις αν ἀπάτην καὶ αλλην κακίαν ἐμποιεῖν δύνηται. ἀλλ' οὐδὲ υἱὸς ἀνομίας τις διὰ τοῦ ἀνομεῖν γεγονὼς δυνήσεται κακῶσαι αὐτὸν τῷ εἰς ἁμαρτίαν περιβαλεῖν. κυρίως δὲ τὸ ὠφελῆσαι ἐπὶ τοῦ ἐχθροῦ κεῖται ἀντὶ τοῦ ἀνύσαι. καὶ ἐν Εὐαγγελίῳ γοῦν οἱ βουλευόμενοι ἀρχιερεῖς καὶ Φαρισαῖοι κατὰ τοῦ ̓Ιησοῦ, μὴ ἀνύοντες ἐν τῷ συσκευάζεσθαι αὐτόν, πρὸς ἀλλήλους εφασκον Θεωρεῖτε οτι οὐκ ὠφελεῖτε οὐδέν· ιδε ὁ κόσμος ολος ὀπίσω αὐτοῦ ἀπῆλθεν- ισον τῷ μηδὲν ἀνύειν. Ταῦτα μὲν ὁ ∆ίδυμος, προφανῶς διαιρῶν τὸν ενα Χριστόν, εἰ καὶ ποσῶς τὰς προφανεῖς αὐτοῦ δυσφημίας ἐξέκλινα. δύο γὰρ πρόσωπα φανερῶς ὑφίστησι καὶ υἱοὺς δύο, καὶ εἰς τὸ τῆσδε προβιοτῆς ἀπάγει δόγμα· οθεν δοκεῖ μοι ἡ τῶν πρὸ αὐτοῦ ἑρμηνεία μᾶλλον αἱρετωτέρα ειναι τοῖς εὐσεβῶς νοεῖν βουλομένοις. καὶ Εὐσέβιος δὲ διὰ τῶν ὁμοίων ∆ιδύμῳ σχεδὸν πρόεισιν ἐνθυμημάτων οις ἐπιλέγει· ̔Ο μὲν τῶν προφητῶν κτλ. 890a Ps 88,21-23 Τὸν οντα ∆αυίδ φησιν, ἐπεὶ ἐκ σπέρματος ∆αυὶδ τὸ κατὰ σάρκα τυγχάνει, δυνατὸν καὶ ἱκανὸν χειρὶ τυγχάνοντα· εἰς τοῦτο γὰρ μεταλαμβάνεται ἡ ∆αυὶδ φωνή. ευρον καὶ ἁγίῳ ἐλαίῳ εχρισα αὐτόν, ἐπείπερ ἡ χείρ μου συναντιλήψεται αὐτῷ, κατισχύοντος αὐτὸν τοῦ βραχίονός μου. βραχίων δὲ καὶ χεὶρ θεοῦ ὁ θεοῦ υἱὸς ειρηται. ουτος γὰρ