180
παρόντων, πῶς οὐκ ἂν εἴημεν ἄθλιοι καὶ ταλαίπωροι ταῦτα αἰτοῦντες παρὰ Θεοῦ, ἃ ἐκέλευσε καὶ ἔχοντας ἐκβάλλειν, φροντίδος ἀπαλλάττων ἡμᾶς, ὑπὲρ ὧν δὲ ἐπέταξε, μηδεμίαν τίθεσθαι σπουδήν· μᾶλλον δὲ μήτε ἔχειν μήτε ἐπιθυμεῖν; Τοῦτο γάρ ἐστι τὸ βαττολογεῖν. ∆ιὰ τοῦτο καὶ εὐχόμενοι οὐκ ἀνύομεν. Πῶς οὖν οἱ πονηροὶ, φησὶ, πλουτοῦσι; πῶς οἱ ἄδικοι καὶ μιαροὶ, ἁρπάζοντες, πλεονεκτοῦντες; Οὐ τοῦ Θεοῦ παρέχοντες, ἄπαγε. Καὶ πῶς ὁ Θεὸς συγχωρεῖ; Ὅτι καὶ τῷ πλουσίῳ τότε συνεχώρησε, μείζονι τηρῶν αὐτὸν κολάσει. Ἄκουσον οὖν καὶ τί φησι πρὸς αὐτόν· Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ταύτης ἀκούσωμεν τῆς φωνῆς, τρυφῶντες εἰκῆ καὶ μάτην, καὶ πολλὰ συνάγοντες ἑαυτοῖς ἁμαρτήματα, τὸν ἀληθῆ πλοῦτον ἑλώμεθα καὶ τὴν ἀκριβῆ φιλοσοφίαν, ὥστε τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.247 ΟΜΙΛΙΑ Μ∆ʹ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε ση μεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορ τάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολ λυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.» αʹ. Τὸ προσηνὲς καὶ λεῖον οὐ πανταχοῦ χρήσιμον, ἀλλ' ἔστιν ὅτε καὶ τοῦ πληκτικωτέρου δεῖ τῷ διδασκάλῳ. Ὅταν γὰρ νωθὴς ᾖ ὁ μαθητὴς καὶ παχὺς, κέντρῳ χρῆσθαι πρὸς αὐτὸν λοιπὸν χρὴ, ὥστε τῆς πολλῆς καθικέσθαι νωθείας. Τοῦτο καὶ ὁ Υἱὸς τοῦ Θεοῦ πεποίηκεν, ἀλλαχοῦ τε πολλαχοῦ, καὶ ἐν τῷ παρόντι τόπῳ. Ἐλθόντων γὰρ τῶν ὄχλων καὶ εὑρόντων τὸν Ἰησοῦν, καὶ κολακευόντων αὐτὸν, καὶ λεγόντων· Ῥαββὶ, πότε ὧδε γέγονας; δεικνὺς ὅτι τῆς παρὰ ἀνθρώπων οὐκ ἐφίεται τιμῆς, ἀλλ' ἓν μόνον ὁρᾷ, τὴν σωτηρίαν αὐτῶν, ἐπιπληκτικῶς αὐτοῖς ἀποκρίνεται· οὐ ταύτῃ μόνον διορθῶσαι βουλόμενος, ἀλλὰ καὶ τῷ τὴν διάνοιαν αὐτῶν ἐκκαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· μετὰ διορισμοῦ καὶ βεβαιώσεως· ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Πλήττει μὲν τῷ λόγῳ καὶ ἐλέγχει, ἀλλ' οὐκ ἀποτόμως καὶ σφόδρα, ἀλλὰ μετὰ πολλῆς τῆς φειδοῦς τοῦτο ποιῶν. Οὐ γὰρ εἶπεν, Ὦ λαίμαργοι καὶ γαστρίδουλοι, τοσαῦτα ἐθαυματούργησα, καὶ οὐδαμοῦ οὔτε ἠκολουθήσατε, οὔτε ἐθαυμάσατε τὰ γεγε 59.248.40 νημένα· ἀλλὰ προσηνῶς οὕτω πως καὶ ἠρέμα, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε· οὐ περὶ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ περὶ τοῦ παρόντος σημείου ἐμφαίνων. Μονονουχὶ γὰρ τοῦτο λέγει, δι' ὧν πρὸς αὐτοὺς ἀποτείνεται· Οὐ τὸ θαῦμα ὑμᾶς ἐξέπληξε τὸ ἐπὶ τοῖς ἄρτοις, ἀλλὰ τὸ ἐμπλησθῆναι. Καὶ ὅτι οὐ καταστοχαζόμενος αὐτῶν ἔλεγεν, εὐθέως ἔδειξαν ἐκεῖνοι. Καὶ γὰρ διὰ τοῦτο πάλιν ἦλθον, ὡς μέλλοντες τῶν αὐτῶν ἀπολαύσεσθαι. ∆ιὰ τοῦτο καὶ ἔλεγον· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· πάλιν ἐπὶ τροφὴν αὐτὸν ἕλκοντες σαρκικὴν, ὅπερ ἦν ἔγκλημα καὶ κατηγορία μεγίστη. Ἀλλ' αὐτὸς οὐχ ἵσταται μέχρι τῶν ἐλέγχων, ἀλλὰ καὶ διδασκαλίαν τούτοις προστίθησι, λέγων· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δίδωσιν ὑμῖν. Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδεὶς ὑμῖν ἔστω λόγος ταύτης τῆς τροφῆς, ἀλλ' ἐκείνης τῆς πνευματικῆς. Ἀλλ' ἐπειδή τινες τῶν βουλομένων ἀργῶς τρέφεσθαι, ἀποκέχρηνται τούτῳ τῷ λόγῳ, ὡς τὴν ἐργασίαν ἐκκόπτοντος τοῦ Χριστοῦ, εὔκαιρον καὶ πρὸς αὐτοὺς εἰπεῖν. Ὅλον γὰρ, ὡς εἰπεῖν, διαβάλλουσι τὸν Χριστιανισμὸν, καὶ ἐπὶ ἀργίᾳ 59.249 κωμῳδεῖσθαι παρασκευάζουσι. Πρότερον δὲ εἰπεῖν ἀναγκαῖον τὸ τοῦ Παύλου. Τί δὲ ἐκεῖνός φησι; Μνημονεύετε τοῦ Κυρίου εἰρηκότος· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Καίτοι πόθεν ἂν γένοιτο διδόναι τῷ οὐκ ἔχοντι; Πῶς οὖν τῇ Μάρθᾳ ὁ Ἰησοῦς εἶπεν· Μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία· Μαρία