181
κατισχύει τὸν ανθρωπον συναντιλαμβανόμενος αὐτῷ τὸν ἐκ τῆς παρθένου γεγεννημένον. κατισχύει δὲ αὐτὸν ἡ χεὶρ καὶ συναντιλαμβάνεται, εργα παράδοξα δι' αὐτοῦ ἐπιτελοῦσα. Τὸ δὲ Οὐκ ὠφελήσει ἐχθρός· ὁ διάβολος ἐν τῷ ἀνθρώπῳ τῷ κυριακῷ· Οὐκ εγνω γὰρ ἁμαρτίαν οὐδ' εσχεν δόλον ἐν τῷ στόματι αὐτοῦ. 891a Ps 88,27.28a Αὐτὸς (δηλονότι ὁ ἐλαίῳ ἁγίῳ χρισθείς) ἐπικαλέσεταί με· Πατήρ μου ει σὺ ὁ θεός, εφη. ἐπεὶ γὰρ γεννηθεὶς ἐκ τῆς παρθένου υἱὸς θεοῦ κέκληται, ἐπικαλέσεταί με, λέγων Πατήρ μου ει σύ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ (εστι γὰρ κατ' οὐσίαν υἱός) ἀλλ' οὐδὲ ἐπικαλουμένου ἀλλ' ὁμολογοῦντος πατέρα τὸν θεόν. ον δὲ ἀνέλαβεν ανθρωπον, καὶ ἐκλήθη υἱὸς θεοῦ καὶ ἐπικαλεῖται τὸν θεὸν πατέρα ἑαυτοῦ καὶ ἀντιλήπτορα τῆς σωτηρίας αὐτοῦ· ἀνέστησεν γὰρ αὐτὸν καὶ εἰς οὐρανοὺς ἀνέλαβεν. ἀντιλήπτωρ δὲ γέγονεν καὶ αλλως τῆς αὐτοῦ σωτηρίας, οὐχ ης αὐτὸς σῴζεται ἀλλ' ης σῴζει τοὺς προσφεύγοντας αὐτῷ. αὐτοῦ τοιγαροῦν ἐπικαλεσαμένου τὸν πάντων αιτιον πατέρα, καὶ αὐτὸς ὁ πατὴρ τίθεται αὐτὸν πρωτότοκον τὰ πρωτεῖα φέροντα πάντων τῶν χρηματισάντων υἱῶν θεοῦ, οὐχ ὁμοίως αὐτῷ ἀνακραθέντων τῷ μονογενεῖ· μόνος γὰρ αὐτὸς γνήσιον οργανον καὶ ναὸς τοῦ θεοῦ λόγου ἀναπέφαται. 892 Ps 88,30b ̓Αλλὰ μὴ λάθῃς σαυτόν, νομίσας μέχρι τότε παρατείνειν τὸν Χριστοῦ θρόνον μέχρι πληρώσεως τούτου· Οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου μὴ παρέλθωσι. πάλιν γὰρ βασιλεύει, τῶν λόγων αὐτοῦ μὴ παρερχομένων μετὰ τὴν πάροδον οὐρανοῦ καὶ γῆς. οὐ γὰρ ειρηται Θήσομαι τὸν θρόνον αὐτοῦ μέχρι τοῦ παρελθεῖν τὸν οὐρανόν, ἀλλ' ̔Ως τὰς ἡμέρας τοῦ οὐρανοῦ· καὶ μετὰ τὴν πάροδον γὰρ οὐρανός ἐστιν. οὐ γὰρ ισον τῷ φθαρῆναι τὸ παρελθεῖν αὐτόν. ∆ύναται δὲ καὶ τὰ λαμπρὰ καὶ περιμάχητα τοῖς ἀνθρώποις ἡμέραι γῆς ειναι, οὐρανοῦ δὲ ἡμέραι τὰ φωτεινὰ καὶ φωτοειδῆ τῆς ἀληθείας μυστήρια οις παραπλησίως ὁ θρόνος τοῦ σωτῆρος τεθεὶς ἀσάλευτος εἰς ἀεὶ διαμένει. 893 Ps 88,36- 38 Ενθα βεβαίως ἐπαγγέλλεται θεὸς ὀμόσας, ἐφ' οις ειρηκεν εἰσάγεται. ἐπεὶ ουν τῷ κατὰ τὴν τάξιν Μελχίσεδεκ ἀπαράβατον ἱερωσύνην δίδωσιν ὀμνύς, οὐ μεταμέλεται· καὶ τῷ ̓Αβραὰμ δὲ ἐπαγγειλάμενος μεθ' ορκων ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθήσεσθαι πάντα τὰ εθνη τῆς γῆς τὸ ἀμετακίνητον τῆς εὐλογίας δηλοῖ. εἰ δέ που προσκαίρως δίδωσί τι, οὐκ ομνυσιν ἐπὶ τούτῳ· ἀμέλει γοῦν οὐ μεθ' ορκων ἐγχειρίσας τὴν βασιλείαν τῷ Σαοὺλ μετεμελήθη. ἐπεὶ ουν καὶ τὸ ἐκ τοῦ ∆αυὶδ γενέσθαι τὸν σωτῆρα κατὰ σάρκα καὶ τὸ σπέρμα αὐτοῦ τοῦ ἐκ τοῦ ∆αυὶδ γεγενημένου ἀπαράβατον καὶ βέβαιον ειναι ἐβούλετο, ωμοσεν αὐτῷ ἐπὶ τῷ τὰς ὑποσχέσεις ἀσαλεύτους εσεσθαι. ̓Επεὶ τοίνυν ωμοσα ∆αυὶδ ἐν τῷ ἁγίῳ μου οὐ ψευδόμενος ἐφ' οις ἐπηγγειλάμην, Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, συνδιαιωνίζοντος τοῦ θρόνου τῆς ἀρχῆς αὐτοῦ αὐτῷ τῷ ἡλίῳ τῆς δικαιοσύνης. καὶ ἡ σελήνη δὲ τὸ αθροισμα τῶν ὑπὸ τοῦ Χριστοῦ φωτιζομένων εἰς τὸν αἰῶνα διαμένει πληρέστατα πεφωτισμένη, πληρουμένου τοῦ Εσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, ἐκλαμψάντων δὲ τῶν δικαίων ὡς ὁ ηλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. μαρτὺς δὲ πιστὸς περὶ τοῦ ουτως εχειν ἐν οὐρανοῖς ἐστιν, περὶ ου ̓Ιώβ φησιν ̓Ιδοὺ γὰρ ἐν οὐρανοῖς ὁ μάρτυς μου καὶ ὁ συνίστωρ μου ἐν ὑψίστοις. 894 Ps 88,39-46 ∆ίδυμος δὲ τῆς Εὐσεβίου ἑρμηνείας τὴν διάνοιαν ουτως ἀποδέδωκε· Σὺ, ω δέσποτα, εἰπὼν Τὸ σπέρμα τοῦ Χριστοῦ εἰς τὸν αἰῶνα μένει, ἀπώσω τὸ σπέρμα αὐτοῦ. ἐξουδένωσας αὐτὸν ἀναλαβόμενον τὸν Χριστὸν ον ἐν ἐλαίῳ ἁγίῳ εχρισας ελαιον μένον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος εξειν, καθ' ο ἐλεοῦνται οἱ ἐξ αὐτοῦ φῦντες. ἀναβαλλόμενος ουν τὸν Χριστὸν κατέστρεψας τὴν διαθήκην αὐτοῦ οντος δούλου σου, καίτοι εἰπὼν μὴ βεβηλώσειν τὴν πρὸς αὐτὸν διαθήκην σου. ἐβεβήλωσας δὲ καὶ τὸ ἁγιαστήριον αὐτοῦ εἰς τὴν γῆν, ητοι εἰς θάνατον καὶ μνῆμα τὸ σῶμα αὐτοῦ παραδοὺς η τὴν ἐκκλησίαν τυγχάνουσαν οικον καὶ ἁγιαστήριον αὐτοῦ βεβηλώσας