181
δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο· καὶ πάλιν, Μὴ μεριμνήσητε εἰς τὴν αὔριον. Ἀναγκαῖον γὰρ πάντα νῦν ταῦτα ἐπιλῦσαι, οὐχ ἵνα μόνον παύσωμεν αὐτοὺς ἀργοῦντας, εἰ βούλοιντο, ἀλλ' ἵνα μὴ μάχην εἰσάγειν τινὰ δείξωμεν τὰ λόγια τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Ἀπόστολος· Παρακαλοῦμεν δὲ ὑμᾶς περισσεύειν καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, ἵνα εὐσχημόνως περιπατῆτε πρὸς τοὺς ἔξω· καὶ πάλιν, Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐνταῦθα γὰρ ὁ Παῦλος οὐδὲ ἁπλῶς ἐργάζεσθαι ἐκέλευσεν, ἀλλ' οὕτω μετὰ πόνου, ὡς ἔχειν ἐντεῦθεν καὶ ἑτέρῳ μεταδιδόναι. Καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς λέγει, Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐν τῇ πόλει δὲ ἐκείνῃ γενόμενος, Ἔμενε πρὸς Ἀκύλαν καὶ Πρίσκιλλαν, καὶ εἰργάζετο. Ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Ἀλλὰ ταῦτα τὴν μάχην δείκνυσι σφοδροτέραν κατὰ τὸ ῥητόν. Οὐκοῦν ἀνάγκη λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι τὸ μὴ μεριμνᾷν οὐ τὸ μὴ ἐργάζεσθαί ἐστιν, ἀλλὰ τὸ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς πράγμασι· τουτέστι, τὸ μὴ ποιεῖσθαι φροντίδα περὶ τῆς εἰς αὔριον ἀναπαύσεως, ἀλλὰ πάρεργον αὐτὴν εἶναι νομίζειν. Ἔνεστι γὰρ καὶ ἐργαζόμενον, μηδὲν εἰς τὴν αὔριον θησαυρίζειν, καὶ ἔνεστιν ἐργαζόμενον, μηδὲν μεριμνᾷν. Οὐ γὰρ ταὐτόν ἐστι μέριμνα καὶ ἐργασία. Οὐδὲ γὰρ ὡς τῷ ἔργῳ θαῤῥῶν ἐργάζεταί τις, ἀλλ' ἵνα μεταδῷ τῷ χρείαν ἔχοντι. Καὶ τὸ πρὸς Μάρθαν δὲ εἰρημένον οὐ περὶ ἔργου καὶ ἐργασίας ἐστὶν, ἀλλὰ περὶ τοῦ δεῖν καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως χρόνον πρὸς τὰ σαρκικώτερα ἀναλίσκειν. Οὐ τοίνυν εἰς ἀργίαν αὐτὴν ἐμβάλλων, ταῦτα ἔλεγεν, ἀλλὰ προσηλῶν τῇ ἀκροάσει. Παρεγενόμην, φησὶν, διδάξων ὑμᾶς τὰ δέοντα· σὺ δὲ περὶ ἄριστον ἐσπούδακας; Ὑποδέξασθαί με βούλει, καὶ πολυτελῆ παρασκευάσαι τράπεζαν; Ἑτέραν παρασκεύασον ἑστίασιν, τὴν μετὰ προθυμίας ἀκρόασίν μοι παρεχομένη, καὶ τὸν τῆς ἀδελφῆς μιμουμένη πόθον. Οὔτε οὖν τὴν φιλοξενίαν κωλύων ταῦτα ἔλεγεν· ἄπαγε· πῶς γάρ; ἀλλὰ τὸ μὴ δεῖν ἐν ἀκροάσεως καιρῷ περὶ ἕτερα ἠσχολῆσθαι. Τὸ δὲ λέγειν, Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην, οὐ τοῦτό ἐστιν αἰνιττομένου, ὥστε δεῖν ἀργεῖν· καὶ γὰρ καὶ τοῦτο μάλιστα ἀπολλυμένη βρῶσίς ἐστι· (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία)· ἀλλ' ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. Τοῦτο γὰρ οὐκ ἀπολλυμένη βρῶσίς ἐστι λοιπόν. Εἰ δέ τις ἀργῶν γαστρίζοιτο καὶ τρυφῆς ἐπιμελοῖτο, οὗτος τὴν βρῶσιν ἐργάζεται τὴν ἀπολλυμένην· ὥσπερ εἴ τις ἐργαζόμενος τὸν Χριστὸν τρέφοι, καὶ ποτίζοι, καὶ ἐνδύοι, οὐδεὶς οὕτως ἀναίσθητος καὶ ἀμαθὴς, ὡς εἰπεῖν, ἀπολλυμένην βρῶσιν ἐργάζεσθαι τὸν τοιοῦτον, δι' ἣν τῆς βασιλείας ἡ ἐπαγγελία τῆς μελλούσης καὶ τῶν ἀγαθῶν ἐκείνων. Αὕτη γὰρ μένει διηνεκῶς ἡ βρῶσις. Ἄλλως δὲ, καὶ τότε δὲ ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα λόγον ἐποιοῦντο, οὐδὲ ἐσκόπουν μαθεῖν, τίς ὁ ταῦτα ἐργαζόμενος, καὶ ποίᾳ δυνάμει, ἓν δὲ μόνον ἐβούλοντο, γαστρίζεσθαι μηδὲν ποιοῦντες, τὴν τοιαύτην τροφὴν εἰκότως βρῶσιν ἀπολλυμένην 59.250 ἐκάλεσεν. Ἔθρεψα ὑμῶν τὰ σώματα, φησὶν, ἵνα ἀπὸ τούτου τὴν ἑτέραν ἐπιζητήσητε τροφὴν, τὴν μένουσαν, τὴν τρέφουσαν ὑμῶν τὴν ψυχήν· ὑμεῖς δὲ πάλιν ἐπὶ τὴν γηΐνην τρέχετε. ∆ιὰ τοῦτο οὐ συνίετε ὅτι οὐκ ἐπὶ ταύτην ὑμᾶς ἄγω τὴν ἀτελῆ, ἀλλ' ἐπ' ἐκείνην τὴν οὐ πρόσκαιρον παρέχουσαν ζωὴν, ἀλλ' αἰώνιον, τὴν οὐ σῶμα, ἀλλὰ ψυχὴν τρέφουσαν. Εἶτα ἐπειδὴ οὕτω μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, καὶ ἔφησεν αὐτὸς δώσειν αὐτὴν, ἵνα μὴ πάλιν αὐτοῖς προστῇ τὸ λεγόμενον, ἀξιόπιστον τὸν λόγον ποιῶν, ἐπὶ τὸν Πατέρα τὴν χορηγίαν αὐτῆς ἀνάγει. Εἰπὼν γὰρ, Ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δώσει ὑμῖν, ἐπήγαγε, Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός· τουτέστιν, ἐπὶ τούτῳ ἔπεμψε ταύτην ὑμῖν κομίζοντα τὴν τροφήν. ∆ηλοῖ δὲ καὶ ἑτέραν ἑρμηνείαν ἡ λέξις. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Χριστός· Ὁ ἀκούων μου τοὺς λόγους, τοῦτον ἐσφράγισεν ὁ Πατὴρ, ὅτι ὁ Θεὸς