1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

182

εἰς τὴν γῆν αὐτὴν ἐν τοῖς καιροῖς καθ' ους ἐπέτρεψας η συνεχώρησας διωγμοὺς πρὸς ἀθέων ἐπιτελεῖσθαι. ∆οῦλος δὲ θεοῦ ὁ Χριστὸς τυγχάνει ἀναλαβὼν τὴν τοῦ δούλου μορφήν, γενόμενος ἐκ τῆς εἰπούσης τῷ ἀγγέλῳ ̓Ιδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ πάντας τοὺς φραγμοὺς αὐτοῦ καθεῖλες ἀπὸ τῶν υἱῶν αὐτοῦ, πᾶσαν ὀχυρωτάτην βοήθειαν, ὡς πάντα τὸν ἐπιβουλεύειν αὐτοῖς ἐπιχειροῦντα δύνασθαι κατ' αὐτῶν. φραγμοὶ γὰρ κατὰ τὴν γραφὴν ἀδιαφόρως θεόθεν γινόμεναι φρουραί· φραγμοὺς δὲ τοῦ Χριστοῦ ἀμπελῶνος δυνατὸν εἰρῆσθαι τοὺς ἀποστόλους ους καθαιρεῖσθαι ὑπὸ θεοῦ φασιν οἱ ὁρῶντες αὐτοὺς ἐσκορπισμένους καὶ σκανδαλισθέντας ἐν τῇ νυκτὶ τῆς παραδόσεως ̓Ιησοῦ. Εθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. ὀχυρώματα τοῦ Χριστοῦ οἱ γνήσιοι μαθηταὶ αὐτοῦ τυγχάνουσιν απερ δειλωθέντα κατὰ τὸν καιρὸν τῆς παραδόσεως ̓Ιησοῦ δειλίᾳ τεθεῖσθαι ειρηνται. ῳ ἠκολούθησεν τὸ διηρπάσθαι αὐτὸν τὸν Χριστὸν ὑπὸ τῶν διοδευόντων η παραπορευομένων ὁδόν. Χριστὸς δὲ διαρπαζόμενος οὐχ ετερος τῶν διαρπαζόντων αὐτοῦ τὸ σῶμα τυγχάνει· ̔Υμεῖς γάρ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. δυνατὸν δὲ καὶ τὰς κατὰ διαφόρους παροικίας ἐκκλησίας ὀχυρώματα αὐτοῦ εἰρῆσθαι. Πρὸς τούτῳ καὶ ονειδος αὐτὸν εθου τοῖς διὰ τὸ πρὸς αὐτὸν καὶ πέριξ αὐτοῦ ειναι καλουμένοις γείτοσιν αὐτοῦ. οἱ γὰρ δοκοῦντες τῆς γραφῆς αὐτοῦ περιέχεσθαι καὶ ἐγγὺς τῆς ἐκκλησίας αὐτοῦ διὰ ψευδωνύμου γνώσεως ἀθροιζόμενοι γείτονες αὐτοῦ τυγχάνουσι· δι' ων κακῶς φρονοῦσι καὶ πράττουσιν, ὀνειδίζουσιν αὐτόν. ὡς γὰρ ἐκ τοῦ ἐναντίου δοξάζει αὐτὸν ὁ ὀρθῶς καὶ ἐπαινετῶς ἐνεργῶν κατὰ τὴν ἀλήθειαν φρονῶν, ουτως ὁ ἐναντίως τοῖς ὀρθῶς εχουσι διακείμενος ὀνειδίζει αὐτόν. ∆ιὰ ταῦτα υψωσας δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ· ἐπαίρονται γὰρ ὡς ἰδίᾳ δυνάμει περιγενόμενοι καὶ ποιήσαντες α διέθηκας αὐτόν. ευφρανας δὲ ἐπὶ τοῖς συμβεβηκόσιν αὐτῷ καὶ τοὺς μισοῦντας αὐτόν, οὐκ ἀντιλαμβανόμενος αὐτοῦ ἐν τῷ πολέμῳ. ἀλλὰ γὰρ καὶ ἀπέστρεψας τῆς βοηθείας τὴν ῥομφαίαν αὐτοῦ η τὴν ῥομφαίαν τῆς βοηθείας αὐτοῦ· ἑκατέρως γὰρ φέρεται. συμβαλόντων γὰρ εἰς πόλεμον Χριστῷ τῶν ἐχθρῶν αὐτοῦ καὶ μισούντων αὐτόν, Οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ, ὡς δήσαντας αὐτὸν ἀπαγαγεῖν ἐπὶ τῷ σταυρῶσαι καὶ τὰ αλλα ὑβριστικῶς ἐπενεγκεῖν κατ' αὐτοῦ. παύσονται ταῦτα λέγοντες οἱ πρὸς Χριστὸν πόθον εχοντες καὶ περὶ τῆς προνοίας ὀρθῶς διειληφότες, οὐ μὴν ὁρῶντες πρόθεσιν καθ' ην οὐ φεισάμενος ὁ πατὴρ τοῦ ἰδίου υἱοῦ εκδοτον αὐτὸν ἀφῆκε τοῖς παραστᾶσι καὶ συναχθεῖσι κατ' αὐτοῦ, τὴν σωτηρίαν μαθόντες τὴν κατορθωθεῖσαν διὰ τοῦ θανάτου αὐτοῦ, οὐ μόνον τοῦ πατρὸς ὑπὲρ ἡμῶν παραδεδωκότος αὐτὸν ἀλλὰ καὶ αὐτοῦ εἰς τοῦτο παραδεδωκότος ἑαυτόν· δέδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ, καὶ τὰ ἑξῆς εως τοῦ διαψάλματος. οἰόμενοι παρὰ τὰ ἐπηγγελμένα αὐτῷ ἀπηντηκέναι καὶ ταῦτά φασιν. καταλελύσθαι γοῦν ὑπειλήφασιν αὐτὸν ἀπὸ τοῦ καθαρισμοῦ ου εἰργάσατο διὰ τοῦ αιματος αὐτοῦ· ἐφ' ῳ νομίζουσι καὶ τὸν θρόνον αὐτοῦ κατερράχθαι εἰς τὴν γῆν, σμικρυνθεισῶν τῶν ἡμερῶν τοῦ θρόνου αὐτοῦ. ἀλλ' οὐδὲν τοιοῦτον περὶ τὸν θρόνον αὐτοῦ συμβήσεται, θεοῦ τεθεικότος αὐτὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ περὶ ου τὰ ἐγχωροῦντα ειπομεν· ἀλλὰ καὶ μένειν ἐναντίον ἑαυτοῦ ὁ θεὸς ειπε τὸν θρόνον τοῦ Χριστοῦ ὡς τὸν ηλιον καὶ τὴν κατηρτισμένην σελήνην εἰς τὸν αἰῶνα. σταυρωθέντα γὰρ καὶ πεπονθότα ἰδόντες αὐτὸν εδοξαν τέλος εἰληφέναι τὴν βασιλείαν αὐτοῦ, σμικρυνθέντος καὶ ἀνατραπέντος τοῦ θρόνου αὐτοῦ, καὶ τὴν ἐπὶ τῷ σταυρῷ αἰσχύνην κατασχεθεῖσαν αὐτοῦ περὶ ης ὁ ἀπόστολός φησιν Ος ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας, ιν' ἐκ νεκρῶν ἀναστὰς μηκέτι καταλελυμένος ὑπὸ καθαρισμοῦ ῃ ἀλλ' ἐπιτελῶν καὶ ἐνεργῶν αὐτὸν αιρων τὴν ἁμαρτίαν τοῦ κόσμου κατὰ τὸ εἰρημένον Καθαρισμὸν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ