1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

183

τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνωρθωμένον καὶ βεβαίως ἱδρυμένον τὸν θρόνον εχων μακροήμερον καὶ αἰώνιον διαμένοντα. 895 Ps 88,47.48a Μνήσθητι τίς ἡμῶν τῶν ταῦτα λεγόντων ἡ ὑπόστασίς ἐστι. τρεπτοὶ γὰρ καὶ ἀλλοιωτοὶ τυγχάνομεν αὐτεξούσιοι οντες· διὸ καὶ φοβούμεθα, μὴ εἰς ἀσέβειαν ὑποσυρῶμεν. οθεν τάχυνον τὸν ελεόν σου ἐπιβλέψας ἡμῖν. ουτως γὰρ μόνως σβέννυσθαι ἡ ἐξαφθεῖσα ὀργὴ πέφυκε. ∆ύναται τὸ τῆς ὑποστάσεως ονομα μὴ τὴν οὐσίαν σημαίνειν, ὡς ἡρμηνεύσαμεν, ἀλλὰ τὴν καθ' ην ὑποστῆναί τις δύναταί τι τῶν ἐπιπόνων. 896 Ps 88,49 ̓Επεὶ πολλὰ σημαίνει ἡ τίς φωνή, σκοπήσωμεν κατὰ τί τῶν σημαινομένων λέγεται τὸ Τίς ἐστιν ανθρωπος. σημαίνει γάρ ποτε πεῦσιν ἐν τῷ Τίς ἀναβήσεται εἰς τὸ ορος κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; δηλοῖ καὶ τὸ σπάνιον ἐν τῷ Τίς αρα ἐστὶν ὁ δοῦλος ὁ πιστὸς καὶ φρόνιμος; καὶ Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; κεῖται καὶ ἐπὶ ἀδυνάτου ἡ φωνὴ ἐν τῷ Τίς εγνω νοῦν κυρίου; η τίς σύμβουλος αὐτοῦ ἐγένετο; καὶ ἐν τῷ Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν υδωρ ἐν ἱματίῳ; τάττεται ἡ φωνὴ καὶ ἐπὶ εὐτελιζομένου ὡς οὐδενὸς οντος ἐν τῷ Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; καὶ ̓Ιδοὺ κύριος βοηθήσει μοι, τίς κακώσει με; κεῖται καὶ ἐπὶ τοῦ καλουμένου παρά τισιν ἰδίως ποίου, παρ' αλλοις δὲ ἀτόμου καὶ ἑνὸς ἀριθμῷ, ἐν τῷ Ανθρωπός τις εὐγενής. ̓Ενταῦθα δὲ δυνατὸν ἐκλαβεῖν τὸ προκείμενον ἐπὶ τοῦ οὐδείς· Τίς γάρ ἐστιν ανθρωπος ος ζήσεται καὶ οὐκ οψεται θάνατον; ἀντὶ τοῦ Οὐδείς. καὶ εἰ μὲν περὶ τοῦ κοινοῦ θανάτου ὁ λόγος, οὐδείς ἐστιν ἀληθῶς ος εζησε καὶ οὐκ ειδε θάνατον, καθὸ ειρηται Καὶ ουτος ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφ' ῳ πάντες ημαρτον, καὶ Καθόσον ἀπόκειται τοῖς ἀνθρώποις απαξ ἀποθανεῖν. τὸ γὰρ τίς ἰσοδυναμεῖ τῷ πᾶσιν ἀνθρώποις. οὐδεὶς ουν ἐστιν ανθρωπος, ἐπεὶ πᾶς θνητόν ἐστι ζῷον καὶ πᾶς δὲ ανθρωπος γεγονὼς τῷ ἀποπεπτωκέναι θεότητος, ὡς τὸ ̔Υμεῖς δὲ ὡς ανθρωποι ἀποθνῄσκετε, καὶ τὸ Οπου γὰρ ερις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ανθρωποί ἐστε καὶ κατὰ ανθρωπον περιπατεῖτε; οὐδεὶς γὰρ τῶν τοιούτων ἀνιστόρητος γέγονε θανάτου τῷ ἁμαρτάνειν· διὸ ειρηται Τίς ἐστιν ανθρωπος ος ζήσεται; θεῶν γάρ ἐστι τὸ τοιοῦτον, τῶν κατὰ μετουσίαν θεότητος θεῶν εἰρημένων· ουτοι γὰρ μόνοι οὐκ οψονται θάνατον, ἐπείπερ ζῶσι μεταποιούμενοι τῆς αἰωνίου ζωῆς· ἐφ' ῃ ζωῇ ψαῦσαι η καὶ κρατῆσαι αὐτῶν ὁ ᾳδης οὐ δυνήσεται, ῥυομένου θεοῦ τοὺς τοιούτους ἐκ χειρὸς ᾳδου.

897 Ps 89,1b.2 Καὶ ταῦτα μὲν εἰρήσεται, μενόντων ἡμῶν ἐπὶ τοῦ ῥητοῦ· εἰ δὲ

ορη λέγοιτό τις ἑδραννύμενα τοὺς ἀποστόλους, γῆν δὲ πλασσομένην τὴν καρποφορεῖν δυναμένην ψυχήν, οἰκουμένην δὲ τὴν ἐκκλησίαν ἐν ῃ οἰκοῦσιν αγγελοι, δόγματά τε ἀληθείας καὶ τοῦ πνεύματος τὰ χαρίσματα ἐρεῖ πρὸ τούτων πάντων, ὡσεὶ καὶ τοῖς προφήταις τὸν θεὸν καταφυγὴν γεγενῆσθαι ἐν γενεᾷ καὶ γενεᾷ. Σημαίνει δὲ τὴν ἐξ ἀπείρου ἐπ' απειρον τοῦ θεοῦ υπαρξιν τὸ Καὶ ἀπὸ τοῦ αἰῶνος καὶ εως τοῦ αἰῶνος σὺ ει. σὺ γὰρ ει μένων ὁ αὐτὸς ἀεί, οὐκ ἐν ἑτέρῳ μὲν αἰῶνι αλλος, ἐν ἑτέρῳ δὲ αλλος· ατρεπτος γὰρ καὶ ἀμετάβλητος ων ἐξ ἀπείρου ἐπ' απειρον ὁ αὐτὸς ει. 898 Ps 89,3a ̓Εκ ταπεινῶν καὶ χαμαιζήλων πραγμάτων εἰς υψος ἀναγαγὼν τὸν ανθρωπον, φυλάττων αὐτὸν ἐν τῷ μετεωρισμῷ καὶ υψει, μὴ ἀποστρέψῃς αὐτὸν αυθις εἰς τὰ χαμαιριφῆ γενέσθαι. 899 Ps 89,8 Εθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου, ἐπὶ τῷ τιμωρήσασθαι ἡμᾶς ἐπ' αὐταῖς, ὡς πάντα τὸν αἰῶνα ἡμῶν (χρόνος δ' ἐστὶν ὁ παρεκτείνων τῇ ἡμετέρᾳ μετὰ σώματος ζωῇ) φανερὸν καὶ πεφωτισμένον σοι τυγχάνειν, παντὸς παροράματος οὐ πρακτικοῦ μόνου ἀλλὰ καὶ τοῦ ἐν λογισμοῖς φανεροῦ καὶ πεφωτισμένου σοι τυγχάνοντος. 900 Ps 89,12-17 ̔Η προκειμένη δέησις ἐπισταμένων οτι θεὸς εχει δεξιὰν καὶ ἰδεῖν αὐτὴν ποθούντων.