184
ὡς ἐπιστάμενοι γοῦν φασιν· Ω δέσποτα θεέ, τὴν δεξιάν σου δι' ης ἐδημιούργησας τὸν κόσμον καὶ προνοῇ αὐτοῦ φανέρωσον, οπως μὴ δι' ων ποιεῖ καὶ ἐνεργεῖ καταλαμβάνωμεν ἀλλὰ κατὰ τὸ προσβάλλειν αὐτῇ γνωρίσωμεν αὐτήν. ∆ύναται πρεσβεία τῶν παρακαλούντων αιτησις ειναι τῆς Χριστοῦ ἐπιδημίας. αὐτὸς γάρ ἐστιν ἡ δεξιὰ τοῦ θεοῦ. τότε γὰρ γνώριμος γέγονεν ἡ θεοῦ δεξιά, οτε ὁ λόγος σὰρξ γενόμενος ἐσκήνωσεν ἐν ἡμῖν· ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ ὡς μονογενοῦς παρὰ πατρός. Γνωρίσαντος δὲ τὴν δεξιὰν τοῦ θεοῦ, εγνωμεν σὺν αὐτῇ φανερωθέντας καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. ουτοι δέ εἰσιν οἱ φάσκοντες Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. δυνατὸν καὶ τοὺς προφήτας ἐγνωρίσθαι φάσκειν οντας πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ, οτε ἡ Χριστοῦ ελλαμψις πεφανέρωται. τότε γὰρ ἀληθῆ προαναφωνοῦντες οἱ προφῆται περὶ αὐτοῦ ἀνεδείχθησαν ὑποπτεύεσθαι ισως δυνάμενοι πρὶν πληρωθῆναι αὐτῶν τὰς προφητείας. οτε γὰρ οἱ λόγοι αὐτῶν ἐκβάσεως τετυχήκασι τῆς θεοῦ δεξιᾶς γνωρισθείσης, φανεροὶ γεγένηνται ὡς αρα ειεν πεπαιδευμένοι τῇ θεοῦ σοφίᾳ. πεπαίδευται δὲ τὴν καρδίαν ἐν σοφίᾳ ὁ τὸν νοῦν καὶ τὸ ἡγεμονικὸν σεσοφισμένος, ὡς ὁ προφορικὸς αὐτῷ μυρία διαμαρτάνει ὡς καὶ ἀληθεύοντα φάναι· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Φέρεται καὶ Τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ. πεπέδηται γὰρ ὁ λογισμὸς καὶ ἡ ἐνθύμησις ἀπὸ πεδῶν τῆς σοφίας τοῦ σοφῶς καὶ εὐσεβῶς ἐπιβάλλοντος τοῖς πράγμασιν· ειρηται δὲ περὶ πεδῶν σοφίας εἰς ας ἐμβάλλειν τοὺς πόδας τῆς ψυχῆς προσταττόμεθα. ̓Επίστρεψον, κύριε· εως πότε, τουτέστιν εως πότε τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου ἀποστρέφεις ἀφ' ἡμῶν; καν πρὸς ὀλίγον γὰρ τοῦτο ποιῇς ἡμῖν, πολὺς χρόνος φαίνεται τῆς ὑπερθέσεως ἐξημμένοις τοῦ ποθουμένου. παρακληθεὶς ουν ἐπὶ τοῖς δούλοις σου, ἐπίστρεψον πρὸς ἡμᾶς μακρὰν γεγενημένους καὶ ἀποστραφέντας τὰ προστάγματά σου. ̓Ενεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου. ἐπιλάμψασα γὰρ ἡμῖν ἡ δεξιά σου ην γνωρισθῆναι ἠξιώσαμεν, ηλιος δικαιοσύνης ουσα, ἀρχὴν ἡμέρας νοητῆς κατεσκεύασεν. ἐν ῃ ἀρχῇ πρωῒ τυγχανούσῃ ἐπληρώθημεν τοῦ παρὰ σοῦ ἐλέους, ὡς ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι ἡμᾶς ἐν πάσαις αις ἐφώτισεν ἡμῖν ἡμέραις τὸ φῶς σου τὸ ἀληθινόν· οπερ εἰσιὸν ἐν ταῖς διανοίαις ἡμῶν πρωΐας ἐστὶ ποιητικόν. ̓Αλλ' ἐπεὶ μὴ καθ' ενα τρόπον ἀλλὰ ποικίλως ἡμῖν ἀνατέλλει κατὰ τὰς διαφόρους πράξεις τε καὶ νοήσεις, ἐν πολλαῖς ἡμέραις γινόμεθα· ἐν αις πᾶσιν ἀγαλλιῶμεν καὶ εὐφραινόμεθα τοσοῦτον ὡς ἐξαρκεῖν λῦσαι τὸ ἐκτὸς σκυθρωπὸν καὶ κακωτικὸν τῶν ἡμερῶν, ἐν αις ἐταπείνωσας ἡμᾶς αἰχμαλωσίᾳ καὶ ἐχθροῖς δι' αγνοιαν καὶ κακίαν παραδούς. ἐν γὰρ ἡμέραις καὶ ετεσι πλείοσι ταπεινωθέντες ειδομεν κακά, ητοι τὰ ἐναντία τῶν κυρίως ἀγαθῶν περὶ ων λέγεται Αφρων ἐν γέλωτι πράττει κακά, η τὰ ἐπίπονα καὶ κάκωσιν ἐμποιοῦντα οιά ἐστι περὶ ων ειρηται τῷ ̓Ιὼβ Εἰ τὰ ἀγαθὰ ἐκ χειρὸς κυρίου ἐδεξάμεθα, τὰ κακὰ οὐχ ὑποίσομεν; ἀμφότερα γὰρ τὰ γένη τῶν κακῶν ἰδόντες πρότερον, νῦν ἀγαλλιῶμεν καὶ εὐφραινόμεθα. ̓Επίβλεψον τοίνυν ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ εργα τῶν χειρῶν σου, καὶ τοὺς κατὰ διδασκαλίαν καὶ μίμησιν ἀρετῆς γεννηθέντας ἡμῖν αρρενας καὶ εὐτόνους οντας ὁδήγησον ἐπὶ τὴν τῆς σωτηρίας ὁδόν. ουτω γὰρ καὶ ἡ λαμπρότης σου τοῦ θεοῦ εσται ἐφ' ἡμᾶς ἐκλάμψοντας ὡς ὁ ηλιος ἐν τῇ βασιλείᾳ σου. διὸ δεόμεθα Τὰ εργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς. τοῦτο δὲ θαρρούντων ἐστὶν ἐφ' οις δεδράκασι καὶ διάκεινται, τοῦ φαύλου οὐ κατευθυνθῆναι θέλοντος ἐπ' αὐτὸν τὰ εργα τῶν χειρῶν αὐτοῦ ἀλλὰ μᾶλλον λήθῃ παραδοθῆναι. 901 Ps 90,3 Θηρευταὶ ειεν αν ἐν τούτοις καὶ οἱ ἀπατεῶνες καὶ οἱ σοφισταὶ ανδρες παγιδεύειν πειρώμενοι τοὺς ἀνθρώπους, ωστε ὑπάγειν αὐτοὺς διὰ σοφίαν εἰς α βούλονται ψευδῆ δόγματα. διὸ καὶ ἑρμηνεύων αὐτῶν τὴν παγίδα ειπεν αὐτὴν ταραχώδη λόγον· οὐδὲν γὰρ ουτω συγχεῖ καὶ