185
συνταράττει διάνοιαν ὡς ἐριστικὸς λόγος. Θηρεύοντες διὰ παγίδος εἰσὶ καὶ αἱ πονηραὶ δυνάμεις, ἀγρεύουσαι τὰς ψυχὰς δι' ἐπιθυμιῶν βλαβερῶν καὶ τῶν αλλων παθῶν· ̓Οφθαλμὸς γάρ φησι πόρνης παγὶς ἁμαρτωλοῦ, καὶ ετι Γυνὴ γὰρ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. καὶ διὰ πλούτου δὲ καὶ τῶν παραπλησίων ἀγρεύουσιν ουτοι. ἡγεμὼν δὲ τούτων τῶν θηρευόντων ὁ διάβολος, εχων καὶ αὐτὸς παγίδα. ειρηται γοῦν περί τινος Ινα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. 902 Ps 90,4ab Τούτοις συνῳδὰ ἐν τῇ τοῦ ∆ευτερονομίου ᾠδῇ περὶ θεοῦ ᾳδεται· ̔Ως ἀετὸς σκεπάσει νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. απαντες οἱ δι' ὑπομονῆς καὶ τῆς αλλης ἰσχύος ἐξ ἀρετῆς ἐγγινομένης ἀετοῦ δίκην ὑψιπετεῖς εἰσιν, ὑπὸ πτερῶν τῆς νοήσεως καὶ τῆς πρακτικῆς ἀρετῆς μετεωριζόμενοι. ἐκ θεοῦ τὸ ειναι τοιοῦτοι ἐσχήκασι· διὸ καὶ νεοσσοὶ αὐτοῦ τυγχάνουσιν, οθεν ειρηται ἐν τῷ προφήτῃ Οἱ δὲ ὑπομένοντες τὸν κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι. τοὺς πτεροφυήσαντας κατὰ τὰ αὐτὰ τοῖς ἀετοῖς ὁ θεὸς σκεπάσει οια νεοσσοὺς ἀετοῦ· ̔Ως ἀετὸς γὰρ σκεπάσει νοσσιὰν αὐτοῦ. οθεν καὶ τοὺς νεοσσοὺς αὐτοῦ ἐπιποθήσας ἐνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐπὶ τῷ σκεπάζειν αὐτούς. Καὶ ἐν τῇ προκειμένῃ τοίνυν λέξει περὶ τοῦ κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψίστου ειρηται ὡς αρα ἀναλαμβάνει αὐτὸν ὁ θεὸς ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐπὶ τῷ ἐλπίζειν καὶ προσδοκᾶν ἀγαθὰ τυγχάνοντα ἐν ταῖς πτέρυξι τοῦ θεοῦ. ειρηται δὲ τίνες θεοῦ πτέρυγες καὶ πῶς ἐλπίζει τις σκιαζόμενος ἐπ' αὐταῖς ἐν νς· ενθα γέγραπται Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ.
903 Ps 90,4c-6 ̔Ο ὑπερασπιστὴς θεὸς ωσπερ ἀσπίδι καὶ οπλῳ τῇ ἀληθείᾳ
ἑαυτοῦ κυκλοῖ πάντα τὸν ὑπ' αὐτοῦ φρουρούμενον, οπως ατρωτος διαμένοι ὑπὸ πάντων τῶν βαλεῖν αὐτὸν βουλευομένων καὶ μάλιστα τοῦ πεπυρωμένα ἐκπέμποντος βέλη πονηροῦ. ουτος δὲ ὁ κυκλωθεὶς ὑπὸ τῆς ἀληθείας τοῦ θεοῦ τῷ ἐνδεδύσθαι τὴν πανοπλίαν τοῦ θεοῦ καὶ ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀνειληφέναι, καν ἐν νυκτὶ γένηται, οὐ φοβεῖται, φωτιζόμενος ὑπὸ τῆς κυκλούσης αὐτὸν ἀληθείας τυγχανούσης καὶ φωτός. εἰ γάρ ποτε καὶ ἐν ἀγνοίᾳ τις γενόμενος δόξειεν ἐν νυκτερινῇ καταστάσει ειναι, οὐ φοβηθήσεται, εχων τὸ τῆς γνώσεως αιτιον φῶς ο ταὐτὸν ειρηται τῇ ἀληθείᾳ. εἰ δὲ καὶ νὺξ ειη τὰ βλαβερὰ καὶ σκυθρωπὰ πράγματα τοῦ βίου, οὐδ' ἐν ταύτῃ τῇ νυκτὶ γενόμενος φοβεῖται, δυνάμενος εἰπεῖν Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; τιμῶν γὰρ τὸν θεὸν καὶ διὰ τοῦτο ἰσχύων, πλὴν αὐτοῦ οὐδένα φοβεῖται, μαθὼν τὸ Τίμα τὸν θεὸν καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ αλλον. ὡς γὰρ ὁ ἐν νυκτὶ τυγχάνων οὐ φοβεῖται, οτε φῶς εχει καί εἰσιν οἱ νυκτοφυλακοῦντες, ουτως ὁ εχων τὸν εἰπόντα Μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι οὐδὲν φοβηθήσεται τῶν προειρημένων νυκτερινῶν. ̓Εκείνων μόνων φοβουμένων τῶν ἐν νυκτὶ καθευδόντων καὶ μεθυόντων, ἀλλ' οὐδὲ βέλος πετόμενον ἡμέρας δεδίττεται ὁ κυκλωθεὶς ὑπὸ τῆς τοῦ θεοῦ ἀληθείας. βέλος δὲ πετόμενον ἡμέρας ἐπαγγελλόμενος φωτεινὸς ειναι ἑτερόδοξος λόγος. ̓Αλλ' οὐδ' ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου φοβεῖται, οπλῳ τῇ ἀληθείᾳ χρώμενος. πρᾶγμα δὲ ἐν σκότει διαπορευόμενον πᾶσα ἁμαρτία καὶ αγνοια καὶ τὰ ἐνεργοῦντα αὐτὰ πονηρὰ πνεύματα τῆς πλάνης. πρὸς τούτοις οὐδὲ σύμπτωμα φοβηθήσεται, πάντα τλητικῶς καὶ γενναίως φέρων, κατὰ τὰ αὐτὰ τῷ ̓Ιὼβ λέγων Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ὡς τῷ κυρίῳ εδοξεν, ουτως καὶ ἐγένετο. πᾶν γὰρ τὸ ἐπαγόμενον παρὰ κυρίου προσδέχεται ὡς ἀγαθόν, εἰδὼς οτι Τοῖς ἀγαπῶσι τὸν κύριον πάντα συνεργεῖ εἰς ἀγαθόν, καὶ τὰ ἐπίπονα καὶ θλιβερὰ