185
ἐστιν ὅ φησι; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τίνος δὲ ἕνεκεν καὶ τῆς κοινῆς ἀναστάσεως, ἧς καὶ ἀσεβεῖς μετέχουσιν, ὡς ἐξαιρέτου δώρου μέμνηται τῶν πιστευόντων εἰς αὐτόν; Ὅτι οὐχ ἁπλῶς ἀναστάσεως μέμνηται, ἀλλὰ τῆς τοιᾶσδε ἀναστάσεως. Πρότερον γὰρ εἰπὼν, Οὐ μὴ ἐκβάλω αὐτὸν, καὶ, Οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ, τότε εἶπε τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ ἀναστάσει οἱ μὲν ἐκ 59.254 βάλλονται, ὡς ἔστι μαθεῖν ἐκ τοῦ, Ἄρατε αὐτὸν, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· οἱ δὲ ἀπόλλυνται, ὡς καὶ αὐτὸ δείκνυται ἐκ τοῦ, Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. Ὥστε τὸ, Ζωὴν αἰώνιον δίδωμι, τοῦτο δηλοῖ· Ἐκπορεύσονται γὰρ οἱ μὲν τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οἱ δὲ τὰ ἀγαθὰ, εἰς ἀνάστασιν ζωῆς. Ταύτην τοίνυν τὴν ἀνάστασιν ἐδήλωσεν ἐνταῦθα τὴν ἐπὶ τοῖς ἀγαθοῖς. Τί δὲ βούλεται δεῖξαι διὰ τοῦ λέγειν. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει; Καθάπτεται τῆς ἀπιστίας αὐτῶν, καὶ δείκνυσιν ὅτι ὁ μὴ πιστεύων αὐτῷ, τὸ θέλημα παραβαίνει τοῦ Πατρός. Καὶ οὕτω μὲν αὐτὸ γυμνῶς οὐ φησὶν, ὑφειμένως δέ· καὶ πανταχοῦ τοῦτο ποιοῦντα ὄψει αὐτὸν, θέλοντα δεῖξαι καὶ τῷ Πατρὶ προσκεκρουκότας τοὺς ἀπιστοῦντας, οὐκ αὐτῷ μόνῳ. Εἰ γὰρ θέλημα αὐτοῦ τοῦτό ἐστι, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σώσῃ πάντα τὸν κόσμον, οἱ μὴ πιστεύοντες, τὸ θέλημα αὐτοῦ παραβαίνουσιν. Ὅταν οὖν, φησὶν, ὁ Πατὴρ ὁδηγῇ τινα, οὐδέν ἐστι τὸ κωλύον αὐτὸν ἐλθεῖν πρός με. Τοῦτο καὶ προϊὼν λέγει, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Ὁ δὲ Παῦλος εἶπεν, ὅτι αὐτὸς παραδίδωσιν αὐτοὺς τῷ Πατρί· Ὅταν γὰρ παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὥσπερ οὖν καὶ διδοὺς ὁ Πατὴρ, οὐκ ἀποστερῶν ἑαυτὸν πρότερον τοῦτο ποιεῖ· οὕτω καὶ παραδιδοὺς ὁ Υἱὸς, οὐκ ἐκβάλλων ἑαυτὸν τοῦτο ποιεῖ. Λέγεται δὲ παραδιδόναι, ὅτι δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν. γʹ. Τὸ δὲ, ∆ι' οὗ, τοῦτο καὶ ἐπὶ τοῦ Πατρὸς εἴρηται, ὥσπερ ὅταν λέγῃ· ∆ι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· τουτέστι, διὰ τοῦ θελήματος τοῦ Πατρός· καὶ πάλιν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι. Ὃ δὲ αἰνίττεται ἐνταῦθα, μονονουχὶ τοῦτό ἐστιν· Οὐ τὸ τυχὸν πρᾶγμα ἡ πίστις ἡ εἰς ἐμὲ, ἀλλὰ τῆς ἄνωθεν δεῖται ῥοπῆς. Καὶ τοῦτο δι' ὅλου κατασκευάζει τοῦ λόγου, δεικνὺς ὅτι ψυχῆς γενναίας τινὸς ὄντως καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐφελκομένης αὕτη δεῖται ἡ πίστις. Ἀλλ' ἴσως ἐρεῖ τίς· Εἰ πᾶν ὃ δίδωσιν ὁ Πατὴρ, ἔρχεται πρὸς σὲ, καὶ οὓς ἂν ἑλκύσῃ, καὶ οὐδεὶς δύναται ἐλθεῖν πρὸς σὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν, πάσης αἰτίας εἰσὶν καὶ ἐγκλημάτων ἀπηλλαγμένοι οἷς οὐ δίδωσιν ὁ Πατήρ. Λόγοι ταῦτα ψιλοὶ καὶ πρόφασις· ∆εόμεθα γὰρ καὶ τῆς οἴκοθεν προαιρέσεως· τὸ γὰρ διδάσκεσθαι, προαιρέσεώς ἐστι, καὶ τὸ πιστεύειν. Ἐνταῦθα δὲ οὐδὲν ἄλλο ἐμφαίνει διὰ τοῦ, Ὃ δίδωσί μοι ὁ Πατὴρ, ἀλλ' ἢ ὅτι Οὐ τὸ τυχὸν πρᾶγμά ἐστι τὸ πιστεῦσαι εἰς ἐμὲ, οὐδὲ λογισμῶν ἀνθρωπίνων, ἀλλὰ καὶ τῆς ἄνωθεν ἀποκαλύψεως δεῖ, καὶ ψυχῆς εὐγνωμόνως δεχομένης τὴν ἀποκάλυψιν. Καὶ τὸ, Ὁ ἐρχόμενος δὲ πρός με, σωθήσεται, τοῦτο δηλοῖ· Ἐπιμελείας ἀπολαύσεται πολλῆς. Ὑπὲρ γὰρ τούτων καὶ παρεγενόμην, φησὶ, καὶ σάρκα ἀνέλαβον, καὶ τὴν τοῦ δούλου μορφὴν ὑπῆλθον. Εἶτα ἐπήγαγε, Κατέβην, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἕτερον γὰρ τὸ σὸν, καὶ ἕτερον τὸ ἐκείνου; Ἵνα οὖν μὴ τοῦτό τις ὑποπτεύσῃ, τῇ ἐπαγωγῇ θεραπεύει αὐτὸ, λέγων· Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον. Τοῦτο οὖν οὐκ ἔστι σὸν θέλημα; Καὶ πῶς οὖν ἀλλαχοῦ λέγεις· Πῦρ ἦλθον 59.255 βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη; Εἰ δὲ καὶ σὺ τοῦτο θέλεις, εὔδηλον ὅτι ἓν θέλημα· καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Τί οὖν τὸ θέλημα τοῦ Πατρός; ἆρ' οὐχ ἵνα μὴ ἀπόληται ἐξ αὐτῶν μηδὲ εἷς; Τοῦτο δὴ καὶ αὐτὸς θέλεις. Οὐ τοίνυν ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο. Οὕτω καὶ ἀλλαχοῦ φαίνεται τὸ πρὸς