186
κατὰ πειρασμὸν ἐπαγόμενα. ἀμέλει γοῦν καὶ νικᾶν καὶ στρέφεσθαι ἐπ' αὐτοῖς συμβαίνει· Μακάριος γὰρ ἀνὴρ ος ὑπομένει πειρασμόν, οτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς. ̔Ο ουν ἐν τοσούτοις κατορθώμασιν εὑρεθεὶς οὐδὲ τὸν μετασχηματιζόμενον εἰς αγγελον φωτὸς διάβολον φοβεῖται οντα δαιμόνιον μεσημβρινόν. καν ἀκμαῖον φῶς ἐπαγγέλληται διὰ φιλοσοφίας καὶ κενῆς ἀπάτης, αὐτὸ τοῦτο ολον ἐστὶ δαιμόνιον μεσημβρινόν. οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματιζόμενοι εἰς διακόνους δικαιοσύνης δαιμόνια μεσημβρινά εἰσιν. ἀλλ' εἰ καὶ προσποιεῖται τούτων εκαστος μεσημβρινὸς ειναι, οὐ διαμένουσι τοιοῦτοι οιοι ειναι προσποιοῦνται, σβεσθησομένου τοῦ φωτὸς τῶν ἀσεβῶν, οταν ὁ Χριστὸς ἐλθὼν φωτίσῃ τὰ κρυπτὰ τοῦ σκότους καὶ τὰς βουλὰς τῶν καρδιῶν φανερώσῃ. 904 Ps 90,7-9 ̔Ο ἐν τοῖς πρακτικοῖς καὶ ἐν τοῖς τῆς γνώσεως τῆς ἀληθείας κατορθῶν πολλοὺς τοὺς ἐφεδρεύοντας ἐπιβουλευτικῶς εχει, ἀλλὰ πάντων αὐτῶν περιγίνεται ἐνδυσάμενος τὴν πανοπλίαν τοῦ θεοῦ. ειτ' ἐπεὶ ὀλιγώτεροι ἐπιβουλεύουσι τοῖς ἠθικοῖς ὡς αν ἀριστεροῖς ουσιν, πολλοὶ δὲ τοῖς πνευματικοῖς ὑπάρχουσι δεξιοῖς, ἐκ τοῦ κλίτους τοῦ τελείου χιλιὰς πίπτει, μυριάδος πεσουμένης ἐκ τῶν δεξιῶν αὐτοῦ. τὸ κλῖτος δὲ πρὸς ἀντιδιαστολὴν δεξιοῦ λεχθὲν τὴν περὶ ἀριστεροῦ καὶ εὐωνύμου ὑπόληψιν ὑποβάλλει. παραπλήσια τούτοις καὶ ἐν ∆ευτερονομίῳ λέγεται πρὸς τοὺς κατορθοῦντας τὸν νόμον Εις ἐξ ὑμῶν διώξεται χιλίους καὶ δύο μετακινήσουσι μυριάδας. καὶ Παῦλος γοῦν ουτω τελειωθεὶς πρὸς τοὺς ἐναντίους πολεμεῖ διὰ τῶν οπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, ὡς πίπτειν ἐκ τῶν ἀριστερῶν αὐτοῦ χιλιάδα, μυριάδα δὲ ἐκ δεξιῶν αὐτοῦ. καὶ ἐν ̓Εκκλησιαστῇ ἐπὶ ἐπαίνου τὸ δεξιὸν φέρεται ουτως· Καρδία σοφοῦ ἐκ δεξιῶν αὐτοῦ, καρδία δὲ αφρονος εἰς ἀριστερὰν αὐτοῦ· τοῦ σοφοῦ τὸν νοῦν εχοντος περὶ τὰ νοητὰ καὶ πνευματικὰ διὰ τὸ τίμια ειναι δεξιὰ καλεῖται, τοῦ δὲ αφρονος περὶ αἰσθητὰ καὶ ὑλικὰ δευτέρα καὶ ἀριστερά ἐστιν. Πίπτουσα δὲ ἡ χιλιὰς καὶ ἡ μυριὰς οὐκ ἐγγίζει τῷ δικαίῳ ἐπὶ τῷ βλάψαι· γέγραπται δὲ Πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. αμα γὰρ τῷ ἐθέλειν πλησιάσαι τῷ σπουδαίῳ πίπτει ἡ φάλαγξ τῶν ἐναντίων· ̓Εν τῷ ἐγγίζειν γὰρ ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ επεσον. ἐπιτελούμενα ταῦτα συμβολικῶς ευροις ἐν τῷ Εὐαγγελίῳ· ὁπηνίκα γὰρ συνεγγίσαι τῷ ̓Ιησοῦ ἐτόλμησαν οἱ ἐπὶ τῷ συλλαβεῖν αὐτὸν ἐληλυθότες, εἰπόντος αὐτοῦ Τίνα ζητεῖτε, τῶν δὲ ἀποκριναμένων ̓Ιησοῦν τὸν Ναζαρηνόν, ἀποκριναμένου αὐτοῦ τοῦ ̓Ιησοῦ τὸ ̓Εγώ εἰμι, ̓Απῆλθον εἰς τὰ ὀπίσω καὶ επεσον χαμαί. Πλὴν τούτων ἐπιτελουμένων (λέγω δὴ τοῦ μὴ ἐγγίζειν τῷ δικαίῳ τὴν πίπτουσαν χιλιάδα καὶ μυριάδα τῶν πολεμίων), τοῖς ὀφθαλμοῖς τῆς διανοίας ἑαυτοῦ κατανοήσει τὰ κατορθωθέντα αὐτῷ ὑπὸ τῆς ἀληθείας φρουρούμενος, ὀψόμενος καὶ τὴν ἀνταπόδοσιν τῶν ἁμαρτωλῶν· τούτων εἰρημένων περὶ αὐτῶν, εὐθέως αὐτὸν τὸν αιτιον τῶν ὑπαρξάντων ἀγαθῶν ὁμολογῶν. διὰ τοῦτό φησιν· Ω δέσποτα, κατωρθώθη μοι ταῦτα πάντα, ἐπείπερ οὐκ αλλος η σὺ ἐλπίς μου καθέστηκας. ειπε γὰρ ἐν τοῖς ἀνωτέρω Καὶ καταφυγή μου ὁ θεὸς καὶ ἐλπιῶ ἐπ' αὐτόν, καὶ περὶ αὐτοῦ Καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ τοῦ θεοῦ ἐλπιεῖς. 905 Ps 90,10 Νοήσεις καὶ ουτως· κοινῶς συνπιπτόντων ἀδίκοις καὶ δικαίοις τῶν περιστατικῶν α καὶ κακὰ διὰ τὸ ἐπίπονον ὠνομάσθη, οὐκ αρα περὶ τῶν ουτω κακῶν αἱ προκείμεναι λέξεις. καὶ μάστιξ γὰρ σωματικὴ πολλάκις καθήψατο σκηνώματος τουτέστι σώματος δικαίου· ̓Επειράσθησαν γὰρ ἐμαστιγώθησαν, φησὶν ὁ Παῦλος. καὶ αὐτὸς γοῦν ὁ σωτὴρ ἐμαστίχθη ἐπὶ τὸν σταυρὸν ἀγόμενος, πληρῶν ο προεῖπε διὰ τοῦ προφήτου περὶ ἑαυτοῦ Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας. διττοῦ τοίνυν τοῦ γένους τῶν κακῶν οντος θατέρου γινομένου ἀδιαφόρως σπουδαίοις καὶ φαύλοις, τὸ ετερον οὐ προσεγγίζει τῷ θεμένῳ τὸν υψιστον καταφυγὴν ἑαυτοῦ. προσκολλώμενος γὰρ αὐτῷ