1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

187

ἐν μετοχῇ τῶν ἀγαθῶν γινόμενος λέγει ̓Εμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι. τοῦτο γὰρ τὸ ἀγαθὸν εχων αψαυστός ἐστι τῶν ἐναντίων κακῶν, νικῶν ἐν τῷ ἀγαθῷ τὸ κακὸν καὶ διὰ τοῦτο τὸ ἀγαθὸν ποιῶν. ̔Ο πληρωθεὶς ουν ἀγαθότητος τῷ ποιεῖν καὶ ἐργάζεσθαι τὸ ἀγαθὸν ἀμέτοχός ἐστι τῶν κυρίως κακῶν. ἀλλ' ἐπεὶ μὴ συνεγγίζει τῷ θεμένῳ τὸν υψιστον καταφυγὴν ἑαυτοῦ τὰ προειρημένα κακά, οὐδὲ κόλασις ἡ ἐπὶ τούτοις μάστιξ προσαγορευομένη ἐγγίζει τῷ σκηνώματι αὐτοῦ, ἐπεὶ μὴ ἁμαρτωλός ἐστι· μόνου γὰρ τούτου τὸ ἐπὶ τούτοις μαστίζεσθαι· Πολλαὶ γὰρ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· καὶ ἐν αλλοις ειρηται ἡμῖν οτι αἱ αὐταὶ περιστάσεις τοῖς μὲν ἁμαρτωλοῖς μάστιγες, τοῖς δὲ δικαίοις ἀγῶνές εἰσι. καν ποτ' ουν τῶν ἐπιπόνων καὶ κακωτικῶν προσέλθοι τῷ εὐσεβεῖ, οὐχ ὡς μάστιξ ἀλλ' ὡς δοκίμιον παραγίνεται, ωσπερ τῷ ̓Ιὼβ ἐπὶ τῷ δίκαιον ἀναφανῆναι ἐπελήλυθεν. Ευ δὲ καὶ τὸ φάναι Οὐ προσελεύσεται πρὸς σὲ κακά. ἡ γὰρ τῆς κακίας φύσις εξωθεν ἐπέρχεται, τῆς ἀρετῆς οικοθεν τὴν πρόφασιν ἐχούσης· εὐθῆ γὰρ ὁ θεὸς τὸν ανθρωπον πεποίηκεν, ος ζητήσας λογισμοὺς πονηροὺς εξωθεν ἐπεσπάσατο τὴν κακίαν. 906 Ps 90,11.12 Ταῦτας τὰς λέξεις ὡς πρὸς τὸν σωτῆρα εἰρημένας ἐξείληφεν ὁ διάβολος, ὡς ἐν Εὐαγγελίῳ φέρεται· εστι δὲ ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου λεγόμενος βοηθουμένου καὶ σκεπαζομένου ὑπὸ τοῦ ὑψίστου οντος θεοῦ τοῦ οὐρανοῦ. εἰ δὲ καὶ περὶ Χριστοῦ λέγεται, φανερὸν οτι οὐχ ῃ θεὸς ἀλλ' ῃ ανθρωπός ἐστι· πάντα δὲ τὰ περὶ αὐτοῦ ῃ πρὸς αὐτὸν ῃ ανθρωπος ἀπαγγέλλεται, ἁρμόσει καὶ πρὸς πάντα αγιον τὸν μιμητὴν αὐτοῦ καὶ ἑπόμενον αὐτῷ. καὶ ταῦτα μέχρι τούτου. Ιδωμεν δὲ καὶ αὐτῶν τῶν λέξεων τὸ βούλημα. ἐντολὴν δίδωσιν ὁ θεὸς τοῖς ἀγγέλοις ἑαυτοῦ, οπως φρουρῶσι καὶ σκέπωσι τὸν δίκαιον, πνεύμασι λειτουργικοῖς ουσιν εἰς διακονίαν ἀποστελλομένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. ἀμέλει παρεμβάλλουσιν οἱ αγγελοι κύκλῳ τῶν φοβουμένων αὐτὸν ἐπὶ τῷ ῥύεσθαι αὐτοὺς ἐξ ἐχθρῶν καὶ πολεμίων ἀοράτων. ἀμέλει γοῦν καὶ ̓Ιακὼβ ὁ πατριάρχης, μέλλων προσβάλλειν πολεμίοις μεγίστοις, ὁρᾷ παρεμβολὴν θεοῦ συμπληρουμένην ὑπὸ ἀγγέλων ὑπερμαχησόντων αὐτοῦ, οθεν εὐχαριστῶν ειπεν ̔Ο θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, ὁ αγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. ὡσαύτως καὶ ὁ ̓Ελισσαῖος πλῆθος ἀγγέλων ειχε περικυκλούντων αὐτόν, αὐτῷ μὲν ὁρωμένων, οὐ μὴν καὶ τῷ παιδὶ αὐτοῦ· ευχεται γοῦν ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου ἐπὶ τῷ ἰδεῖν οτι πλείους ειχεν ὑπερμαχοῦντας τῶν ἀντιπαλαιόντων αὐτοῖς. ̓Εντολὴν δὲ λαβόντες οἱ αγγελοι ὑπὸ κυρίου διαφυλάξαι τὸν σπουδαῖον ἐκ πασῶν πράξεων καὶ ἐνεργειῶν ας ὁδοὺς αὐτοῦ ειπεν αιρουσι μετεωρίζοντες αὐτὸν ἐπὶ τῶν ἰδίων χειρῶν (αυται δέ εἰσιν αἱ ἀγγελικαὶ ἐνέργειαι) ἐπὶ τῷ τὸν πόδα τῆς ψυχῆς αὐτοῦ μὴ προσπταῖσαι λίθῳ. τυγχάνει γὰρ ὁ ὑπ' ἀγγέλων βασταζόμενος εὐλογίας τῆς λεγούσης ̔Ο δὲ ποῦς σου οὐ μὴ προσκόψει. ἀνατείλαντος γὰρ τοῦ φωτὸς τοῦ ἀληθινοῦ καὶ νοητὴν ἡμέραν καταυγάσαντος, ὁ ἐν ταύτῃ τῇ ἡμέρᾳ περιπατῶν οὐ προσκόψει, οτι τὸ φῶς βλέπει. εστι δὲ ὁ λίθος εἰς ον προσκόπτουσιν οἱ μὴ μετεωριζόμενοι ὑπὸ ἀγγέλων ἠλίθιος καὶ σκληρωτάτη ἁμαρτία. προσκόπτουσι δὲ καὶ ἐπὶ τὸν ἀκρογωναῖον λίθον ἐκλεκτὸν εντιμον δι' ἀπιστίας ὡς λίθον προσκόμματος αὐτοῖς γενέσθαι. 907 Ps 90,13 Τέσσαρα ειδη ἀντικειμένων δυνάμεων σημαίνει διὰ τῶν ἐγκειμένων τεσσάρων ὀνομάτων τυγχανόντων ἰοβόλων καὶ ἐκτεθηριωμένων ζῴων. καὶ Παῦλος δὲ ὑπερβὰς τὴν πρὸς αιμα καὶ σάρκα πάλην πρὸς τεσσάρας διαφορὰς ἀντιπάλων ἀοράτων, πρὸς ἀρχὰς πρὸς ἐξουσίας πρὸς κοσμοκράτορας σκότους πρὸς πνευματικὰ τῆς πονηρίας εχει τοὺς ἀγῶνας. Καὶ ὁ νῦν ουν ἐπὶ ἀριστείας ἐγκωμιαζόμενος ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνει, λαβὼν ἐξουσίαν ὑπὸ ̓Ιησοῦ πατεῖν ἐπάνω οφεων καὶ σκορπίων· καταπατῶν δὲ καὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ καταπατήσει λέοντα καὶ δράκοντα. δύναται καὶ ἐκ παραλλήλου