188
λέων καὶ δράκων ειναι ὁ ἀντίδικος ἡμῶν διάβολος· ̔Ως γὰρ λέων περιπατεῖ ζητῶν τίνα καταπίει· αὐτὸς ων καὶ ὁ οφις καὶ ὁ δράκων, ὁ ἀρχαῖος σατανᾶς, κατὰ τὴν ̓Αποκάλυψιν. 908 Ps 90,14-16 ̓Επεὶ ἐπ' ἐμὲ ηλπισεν, ὁ κύριος λέγει, ὁ καταφυγὼν καὶ ἐλπίσας ἐπ' ἐμέ, ὁ εἰπὼν Οτι σύ, κύριε, ἡ ἐλπίς μου, -ῥύσομαι αὐτὸν ἀπὸ πιπτούσης ἐκ τοῦ κλίτους αὐτοῦ χιλιάδος καὶ μυριάδος ἐκ δεξιῶν αὐτοῦ· ἀλλὰ καὶ σκεπάσω αὐτὸν ἐγνωκότα τὸ ονομά μου, οπως ἀβλαβὴς διαμείνῃ ἐπιβὰς ἐπὶ ἀσπίδος καὶ βασιλίσκου καὶ καταστήσας λέοντα καὶ δράκοντα, τῆς γνώσεως τοῦ ὀνόματός μου ἀλεξικάκου ποιότητος περὶ αὐτὸν γινομένης. κεκραγὼς δὲ τῇ τῆς ψυχῆς μεγαλοφωνίᾳ πρὸς ἐμέ, ἐπακούοντά με καὶ ἐπινεύοντα αὐτῷ εὑρήσει. ἀεὶ γὰρ αὐτῷ πάρειμι, καν ἐν περιστάσει τυγχάνῃ· μετ' αὐτοῦ γάρ εἰμι ἐν θλίψει (μάλιστα γὰρ τότε συνεῖναι αὐτὸν χρεία, οταν θλιβερὰ καὶ περιστατικὰ ῃ περὶ ἡμᾶς). Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν θλιβερῶν, ἀλλὰ καὶ ἐπίβλεπτον ἀπεργάσομαι. παρέξω δὲ αὐτῷ καὶ ζωὴν τὴν αἰώνιον ἐπὶ τῷ πολυήμερον καὶ μακροήμερον οντα εχειν φῶς αἰώνιον (Φῶς γὰρ δικαίοις διαπαντός). δείξω δὲ αὐτῷ τὸ σωτήριόν μου ητοι τὴν παρ' ἐμοῦ σωτηρίαν η τὸν ταύτης αιτιον ̓Ιησοῦν, οπερ καὶ ὁ μακάριος Συμεὼν ἰδὼν ηὐχαρίστει λέγων Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, ἐν εἰρήνῃ, οτι ειδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ο ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Οὐ δὴ νομιστέον περὶ τοῦ κυρίου ολον εἰρῆσθαι τὸν ψαλμόν, ὡς οἱ ̓Αρειανοὶ βούλονται καὶ Εὐσέβιος, ἀλλὰ καὶ περὶ ἀνδρὸς δικαίου καὶ θεῷ πεποιθότος ῳ πρόκειται τέλος τῆς ἐλπίδος τὸ αριστον ἰδεῖν Χριστὸν ̓Ιησοῦν τὸ σωτήριον τοῦ θεοῦ. εἰ δὲ ὁ διάβολος ἐν τοῖς πρὸς κύριον λόγοις εφησεν αὐτῷ τὴν ἐπαγγελίαν κεῖσθαι τὸ Οτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ὡς ἀνδρὶ κἀκεῖνος διελέγετο δικαίῳ, τὸ καθαρῶς καὶ ἐξόχως δίκαιον ὁρῶν ἐν αὐτῷ, μήπω δὲ τὸ πλέον ἀνθρώπου καὶ ἀνώτερον ἐν Χριστῷ συνιέναι δυνάμενος.
909 Ps 91,2.3 ̔Ο ἐξομολογούμενος καὶ κατηγορῶν ἑαυτοῦ ἐπὶ κυρίου αφεσιν
καὶ συγχώρησιν αἰτούμενος, τὴν ἐκ τοῦ ἐξομολογεῖσθαι ὠφέλειαν πείρᾳ εχων, εργοις ἀπαγγέλλει τὸ ελεος τοῦ θεοῦ, ἐλεηθεὶς ἐφ' οις μετενόησεν. ἀναγγέλλει δὲ τὸν ἐπ' αὐτὸν γενόμενον ελεον θεοῦ, φωτισθεὶς καὶ ἐν ἀρχῇ ἡμέρας ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης συνισταμένης γεγονώς, οθεν πρωῒ ἀναγγέλλειν ειπε τὴν εὐεργεσίαν ην θεόθεν εσχε. Καὶ τὸ ψάλλειν δὲ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου θεολογίας καὶ θεοπτίας ὑπόθεσις τυγχάνον τέλος εχει τὴν ἀλήθειαν ην ἀναγγέλλειν προσήκει οὐκ ἐξ ἐπιπολῆς καὶ ἐκ τῶν φανερῶν πραγμάτων ἀλλ' ἐκ βαθέων καὶ ἀποκρύφων διὰ γνώσεως ὑπερβολήν. τὴν δὲ ἀσάφειαν τὴν ἐν τοῖς τοιούτοις ὠνόμασε νύκτα· φύσει γὰρ τὰ περὶ τοῦ εὐσεβῶς καὶ ὀρθῶς λεγόμενα τῆς τῶν πολλῶν γνώσεως διὰ μέγεθος δυνάμεως ἀποδημεῖ. νὺξ δ' ἐστὶ τὸ δυσκατάληπτον. αυτη δὲ ἡ νὺξ ἀναφορὰν εχει πρὸς τὸ σκότος ο εθετο ὁ θεὸς ἀποκρυφὴν αὐτοῦ. ἀπαγγέλλει τε τὸ πρωῒ τὸ ελεος τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα. 910 Ps 91,6.7 Οσον δὲ τὸ μέγεθος αὐτῶν ἀναφαίνεται ἡμῖν, τοσοῦτον βαθυνομένους ὁρῶμεν τοὺς περὶ αὐτῶν θεοῦ διαλογισμοὺς καθ' ους πεποίηκε καὶ ἐμεγέθυνεν αὐτά. τούτοις συνᾴδει τὸ λεγόμενον ὑπὸ τοῦ ̓Εκκλησιαστοῦ Ειπα Σοφισθήσομαι, καὶ αυτη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ο ην καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; ὡς τὸ βάθος αὐτῆς φησιν ἀκατάληπτόν μοι φανῆναι· εἰπὼν δὲ Σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου, εὐθυμοποιεῖ τοὺς σοφίας ἐραστάς, φήσας ανδρα αφρονα καὶ ἀσύνετον μὴ γνώσεσθαι καὶ συνιέναι αὐτά, δηλονότι τοῦ σοφοῦ ἀνδρὸς καὶ εχοντος τὸ θεοῦ πνεῦμα τὸ ἐρευνοῦν πάντα καὶ τὰ βάθη τοῦ θεοῦ συνιέντος. αφρονα δὲ καὶ ἀσύνετον λέγει τὸν θείας φρονήσεως καὶ συνέσεως ἐστερημένον, καν δοκῇ αλλως φρόνιμος ειναι καὶ συνετός· ὡς ἐκ τοῦ