1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

189

ἐναντίου ὁ εχων τὴν τοῦ θεοῦ σοφίαν ἀφρονέστατός ἐστιν, οὐ καθάπαξ ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων φρόνησιν· ̓Αφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ εστιν ἐν ἐμοί· ὁ δὲ θεὸς δεδίδαχέ με σοφίαν. οθεν καὶ ̔Ο σοφὸς ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ὡς πρὸς τὴν θνητὴν σοφίαν. 911 Ps 91,8- 10 Τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀνθρώπων ἁπάντων ταπεινουμένων, ἀφ' ης ειχον ὑψαυχενίας ἐπὶ τοῖς προσκαίροις, ὑψοῦται κύριος μόνος βασιλεὺς ἁπάντων ἀποδεικνύμενος ἀμέμπτως τε πάντων προνοησάμενος καὶ διαταξάμενος τὰ ολα. Καὶ ἑτέραν δὲ διάνοιαν ἐν τοῖς προκειμένοις καταλαβεῖν εστιν· οτε οἱ ἁμαρτωλοὶ οια χόρτος ἀνατέλλουσι καὶ ἐνεργεῖται ἡ ἀνομία καὶ ἡ πρὸς θεὸν εχθρα αὐτῶν ἐπιτείνεται, ἀγνοεῖται τὸ τοῦ θεοῦ υψος καὶ μέγεθος, τυφλούσης τῆς κακίας τὸ ομμα τοῦ νοῦ τὸ δυνάμενον προσβάλλειν τῷ κυρίῳ· οταν δὲ κατάλυσις τῆς ἁμαρτίας γένηται ὡς ἀπολέσθαι τοὺς διὰ τὸ ἁμαρτάνειν ἐχθροὺς γεγενημένους θεοῦ, ἀπόλλυσθαι δὲ ῃ τοιοῦτοί εἰσι, τὸ τηνικάδε ὁ θεὸς υψιστος εἰς τὸν αἰῶνα εὑρεθήσεται τῷ καθαρθέντι νῷ. 912 Ps 91,11.12 Σύμμαχον πολλαχοῦ τὸ κέρας τῆς βασιλείας καὶ πρότερον ειπον. οὐ μόνον δὲ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου ἀλλὰ καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ τῆς ἀγαλλιάσεως πιαινόμενον, γῆρας οὐ τὸ σωματικὸν ἀλλὰ τὸ παριστάμενον τὴν τελείαν τοῦ εσω ἀνθρώπου ἡλικίαν, περὶ ου γέγραπται Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται, πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ γῆρας βίος ἀκηλίδωτος. εἰς τοῦτο φθάσας ̓Αβραὰμ ειρηται ἐν γήρει τετράφθαι καλῷ· γεγράπται γὰρ περὶ αὐτοῦ Καὶ ἐκλείπων ̓Αβραὰμ ἀπέθανε τραφεὶς ἐν γήρει καλῷ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. περὶ δὲ τῆς σωματικῆς ἡλικίας, εἰ ἐλέγετο, ταῦτα μᾶλλον ειρητο περὶ τῶν πρὸ τοῦ ̓Αβραὰμ πολυχρονιωτέρων γεγενημένων. Τοῦτ' ουν τὸ ἑρμηνευθὲν γῆρας ἐλαίῳ πιαίνεται τετρυγωμένῳ ἐκ τῆς ἐλαίας ἐκείνης τῆς ἀληθινῆς τῆς ἐν τῷ οικῳ τοῦ θεοῦ φασκούσης ̓Εγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οικῳ τοῦ θεοῦ. τοῦτο τὸ ελαιον οὐ μόνον πιαίνει τὸ τῆς γνώσεως φῶς, ἀλλὰ καὶ ἰᾶται καὶ πόνους λύει πιαῖνον τὸ προειρημένον γῆρας. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ ους μου. τάχα τοὺς παρόντας ἐχθροὺς καταβεβλημένους ἐφορᾷ, ἀκούσεται δὲ τὸ ους αὐτοῦ περὶ τῶν μελλόντων αὐτῷ ἐπανίστασθαι. ὡς καὶ αὐτῶν ηδη διαλυθέντων, ταῦτα δὲ πάντα περὶ πονηρῶν δυνάμεων ἐκληπτέον. κυρίως γὰρ αυται ἐχθραίνουσιν ἡμῖν. ̓Επεὶ δέ τινες κατεπιβαίνουσι τῆς γραφῆς ὡς παρέλκοντα καὶ μάταια ἐνίοτε λεγούσης, φέρε ἀπολογησώμεθα καὶ περὶ τῶν προκειμένων. φασὶ γάρ· Τίς οὐκ οιδεν οτι ἐφορῶν τινα καὶ περί τινος ἀκούων ὀφθαλμῷ καὶ ἀκοῇ τοῦ ἑαυτοῦ ὁρᾷ καὶ ἀκούει; ἀπαντητέον πρὸς ταῦτα ουτω πονηρῶς εἰρημένα οτι διττὸν γένος αἰσθήσεών ἐστιν ἐν ἡμῖν, θνητὸν καὶ ἀθάνατον, κυρίως δὲ ἡμῶν τῶν λογικῶν τὸ ἀθάνατον τυγχάνον νοητόν. τὸ γὰρ θνητὸν οὐκ ιδιον ἡμῶν ἀλλὰ κοινὸν καὶ πρὸς τὰ αλογα ζῷα. οταν ουν ἡ γραφὴ τὰς αἰσθήσεις τοῦ εσω ἀνθρώπου σημαίνῃ, ὀφθαλμόν μου καὶ ους μου ὁρᾶν καὶ ἀκούειν λέγει ὡς ἐν τοῖς προκειμένοις. 913 Ps 91,13 ̓Επεὶ ὁ φοίνιξ πολύχουν τὸν καρπὸν φέρει καὶ ἡ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πολύερνος καὶ πολύριζός ἐστιν, εἰκότως τὸν δίκαιον παρέβαλε τοῖς τοιούτοις πολύκαρπον οντα ἐν ταῖς κατ' ειδος ἀρεταῖς καὶ τὰ διάφορα δόγματα τῆς ἀληθείας. κατὰ ταῦτα γὰρ ἡ ἀνθὴ αὐτοῦ παραβάλλεται τῷ φοίνικι, ἀλλὰ καὶ διὰ τὸ βέβαιον καὶ ἐχυρὸν περὶ τὰ ἀγαθὰ τῇ κέρδῳ τῇ ἐν τῇ Λιβάνῳ παρεικάζεται· ασηπτος γὰρ καὶ πυκνοτάτη ἡ κέρδος, καὶ ἀειθαλὴς δὲ ὁ φοίνιξ καὶ τὴν καρδίαν ανω νενευκυῖαν εχων, ῳ εἰκότως ὁμοιοῦται ὁ θησαυρίσας ἐν οὐρανῷ καὶ διὰ τοῦτο ἐκεῖ τὴν καρδίαν εχων. ̓Επειδὴ δὲ ἐν τῷ Αισματι τῶν ᾀσμάτων ὁ νύμφιος (εστι δὲ ουτος ὁ θεὸς λόγος) φοίνιξ ειρηται ἐφ' ον ἀναβαίνειν καὶ κρατεῖν τῶν υψεων αὐτοῦ ἐπαγγέλλεται ἡ νύμφη (ἡ τελεία ψυχὴ