189
Τίνος δὲ ἕνεκεν τρανότερον αὐτὸ οὐ τέθεικε, φησί; ∆ιὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, οὕτως ἐσκανδαλίσθησαν· τί οὐκ ἂν ἔπαθον, εἰ καὶ τοῦτο προσέθηκεν; Ἄρτον δὲ ζωῆς ἑαυτὸν καλεῖ, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ καὶ ταύτην καὶ τὴν μέλλουσαν· διὸ καὶ 59.259 ἐπήγαγεν· Ὃς ἂν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Ἄρτον δὲ ἤτοι τὰ δόγματα λέγει ἐνταῦθα τὰ σωτήρια, καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἢ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ νευροῖ τὴν ψυχήν. Καίτοι γε ἀλλαχοῦ εἰπόντος· Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, οὐ μὴ γεύσεται θανάτου, καὶ ἐσκανδαλίσθησαν· ἐνταῦθα δὲ οὐδέν τι τοιοῦτον ἔπαθον, τάχα διὰ τὸ ἔτι δυσωπεῖσθαι αὐτὸν ἀπὸ τῶν γεγενημένων ἄρτων. βʹ. Ὅρα δὲ καὶ πόθεν ποιεῖται τὴν πρὸς τὸ μάννα διαφοράν. Ἀπὸ τοῦ οἷον τὸ τέλος ἀκοῦσαι ἑκατέρας τῆς τροφῆς. ∆εικνὺς γὰρ, ὅτι οὐ ξένην τινὰ ἐκείνη παρεῖχε τὴν χρείαν, ἐπήγαγεν· Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Εἶτα κατασκευάζει τὸ μάλιστα πεῖθον αὐτοὺς, ὅτι πολλῷ τῶν πατέρων αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, τοὺς περὶ Μωϋσέα αἰνιττόμενος θαυμαστοὺς ἄνδρας ἐκείνους. ∆ιὰ τοῦτο ἐπειδὴ εἶπεν, ὅτι ἀπέθανον οἱ τὸ μάννα φαγόντες, ἐπήγαγεν· Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ τὸ Ἐν τῇ ἐρήμῳ δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' αἰνιττόμενος ὅτι οὐδὲ ἐξετάθη ἐπὶ χρόνον πολὺν, οὐδὲ συνεισῆλθεν εἰς τὴν τῆς ἐπαγγελίας γῆν. Οὗτος δὲ ὁ ἄρτος οὐ τοιοῦτος. Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Εἰκότως ζητήσειεν ἄν τις ἐνταῦθα διαπορῶν, ποῖος τῶν λόγων τούτων καιρὸς ἦν, οἰκοδομούντων μὲν οὐδὲν οὐδὲ χρησιμευόντων, μᾶλλον δὲ τοῖς οἰκοδομηθεῖσι καὶ λυμαινομένων. Ἐκ τούτου, φησὶ, πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, λέγοντες· Σκληρός ἐστιν ὁ λόγος οὗτος, τίς δύναται αὐτοῦ ἀκούειν; Ἐνῆν γὰρ ταῦτα μόνοις παραδοθῆναι τοῖς μαθηταῖς, καθάπερ ὁ Ματθαῖος ἔλεγεν, ὅτι Ἰδίᾳ διελέγετο αὐτοῖς. Τί ποτε οὖν πρὸς τοῦτο ἐροῦμεν; Ὅτι καὶ νῦν τῶν τοιούτων ῥημάτων πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες μὲν, ἀλλὰ τὴν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης ἀναμιμνήσκοντες αὐτὸν τροφῆς, τὸ μάννα μέγα ἔλεγον, δεικνὺς ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι, μέμνηται τροφῆς πνευματικῆς. Ἀλλ' ἔδει, φησὶν, εἰπεῖν, ὅτι οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα· ἐγὼ δὲ ἄρτον παρέσχον ὑμῖν. Ἀλλὰ πολὺ τὸ μέσον ἦν. Ἐδόκει γὰρ τοῦτο καὶ ἔλαττον ἐκείνου, τῷ ἐκεῖνο μὲν ἄνωθεν φέρεσθαι, τοῦτο δὲ κάτω γεγενῆσθαι τὸ θαῦμα τῶν ἄρτων. Ἐπεὶ οὖν ἐζήτουν ἐκ τοῦ οὐρανοῦ φερομένην τροφὴν, διὰ τοῦτο συνεχῶς ἔλεγεν, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Εἰ δὲ ἐξετάζοι τις, τί δήποτε καὶ τὸν περὶ μυστηρίων ἐνέβαλε λόγον; ἐκεῖνο ἂν εἴποιμεν πρὸς αὐτὸν, ὅτι καὶ τούτων σφόδρα τῶν λόγων ὁ καιρὸς ἦν. Τὸ γὰρ ἀσαφὲς τῶν εἰρημένων ἀεὶ τὸν ἀκροατὴν διανίστησι καὶ προσεκτικώτερον ἐργάζεται. Οὐ τοίνυν σκανδαλίζεσθαι ἔδει, ἀλλ' ἐρωτᾷν μᾶλλον καὶ πυνθάνεσθαι. Νῦν δὲ ἀναχωροῦσιν. Εἰ γὰρ προφήτην αὐτὸν εἶναι ἐνόμιζον, ἐχρῆν πιστεῦσαι τοῖς λεγομένοις. Ὥστε τῆς ἐκείνων ἀνοίας τὸ σκάνδαλον ἦν, οὐ τῆς ἀπορίας τῶν λεγομένων. Σὺ δὲ ὅρα πῶς κατὰ μικρὸν τοὺς μαθητὰς συνέδησεν ἑαυτῷ· οὗτοι γάρ εἰσιν οἱ λέγοντες, Ῥήματα ζωῆς ἔχεις· ποῦ ἀπελευσόμεθα; Πλὴν ἑαυτὸν ἐνταῦθα εἰσάγει διδόντα, οὐ τὸν Πατέρα, Ὁ ἄρτος, λέγων, ὃν ἐγὼ δώσω, σάρξ μου ἐστίν. Ἀλλ' οὐχ οἱ ὄχλοι οὕτως, ἀλλ' ἀπεναντίας· Σκληρός ἐστιν ὁ λόγος οὗτος. ∆ιὸ καὶ ἀναχωροῦσι. Καίτοι οὐδὲ 59.260 ξένη τις ἦν ἡ διδασκαλία, καὶ παρηλλαγμένη. Ὁ γὰρ Ἰωάννης ἄνωθεν τοῦτο ᾐνίξατο, ἀμνὸν αὐτὸν προσειπών. Ἀλλ' οὐδὲ οὕτως ᾔδεσαν, φησίν. Οἶδα κἀγώ· ἀλλ' οὐδὲ οἱ μαθηταὶ ἠπίσταντο. Εἰ γὰρ περὶ ἀναστάσεως οὐδέπω τι ᾔδεσαν σαφὲς, διὰ τοῦτο δὲ καὶ ἠγνόησαν τί ποτέ ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· πολλῷ μᾶλλον περὶ τῶν εἰρημένων· ταῦτα γὰρ ἐκείνων ἀσαφέστερα ἦν. Ὅτι μὲν γὰρ προφῆται ἀνέστησαν, ᾔδεσαν, εἰ καὶ μὴ οὕτω σαφῶς