190
καὶ ἡ ἐκκλησία) φάσκουσα Ειπα ̓Αναβήσομαι ἐν τῷ φοίνικι καὶ κρατήσω τῶν υψεων αὐτοῦ, ορα εἰ τούτῳ τῷ φοίνικι παραπλησίως ἀνθήσει ὁ δίκαιος, ἀπ' αὐτοῦ λαμβάνων τὴν δύναμιν τοῦ σῴζειν τὸν ἀνθοῦντα καρπόν. οἱ γὰρ πρὸς γεωργῶν θηλυκοὶ καλούμενοι φοίνικες ἀπὸ τοῦ αρρενος φοίνικος τὴν ἀφορμὴν τοῦ φυλάττειν τὸν καρπὸν λαμβάνουσι. τοιοῦτος δὲ ἐφ' ον ἀναβαίνειν ἡ νύμφη φησὶν ἐπὶ τῷ κρατῆσαι κατά τινα τῶν ἑρμηνευσάντων τῶν ἐλάτων αὐτοῦ τοῦ φοίνικος οι θεῖαι διδασκαλίαι τυγχάνουσαι τὸ γόνιμον καὶ φυλακτικὸν τῶν καρπῶν λαμβάνουσιν· οθεν καὶ ἡ νύμφη ἡ ταῦτα λέγουσα, οὐκ αλλη τοῦ ἀνθοῦντος κατὰ τὸν φοίνικα δικαίου τυγχάνουσα, φησὶν ̔Ομοιωθήσομαι τῷ φοίνικι. ἀπὸ τούτου τοῦ φοίνικος κάλλυνθρα κοσμητήρια τὰ ἀπὸ τῶν κλάδων τῶν φοινίκων γινόμενα λαμβάνων τις αγει τὴν τῆς σκηνοπηγίας ἑορτήν, καὶ τὰ σύμβολα δὲ τῆς νίκης ἐκ τούτου οἱ νικηταὶ φέρονται.
914 Ps 92,3-4b Οἱ μιμούμενοι ποταμοὶ τὸν ποταμὸν τὸν εὐφραίνοντα τὴν
πόλιν τοῦ θεοῦ ἐπαίρουσι πρότερον τὴν σφῶν νόησιν, ειτα τὰς φωνὰς τὰς ἑρμηνευούσας τὰ νοηθέντα αὐτοῖς, ὡς ἀπὸ τῆς τῶν πολλῶν τούτων ποταμῶν ὑδάτων φωνῆς θαυμαστοὺς καὶ ἀποδοχῆς ἀξίους γενέσθαι διὰ μετανοίας καὶ ἀναλήψεως ἀρετῆς τοὺς πάλαι δι' ἀλαζονείας καὶ πλούτου καὶ αὐθαδείας καὶ δοξαρίων μετεωρισμοὺς οντας τῆς τοῦ βίου τῶν ἀνθρώπων θαλάττης. ∆υνατὸν δὲ καὶ τοὺς λόγους αὐτοὺς τῶν θεοπνεύστων γραφῶν καινῆς τε καὶ παλαιᾶς διαθήκης ποταμοὺς ειναι διὰ τὸ πότιμον καὶ ζωτικὸν καὶ καρποφορίας αιτιον. ουτοι δὲ οἱ ποταμοὶ τὸν πίνοντα ἀπ' αὐτῶν ἐπαίρουσι καὶ μετεωρίζουσι θεωρίᾳ τῆς ἀληθείας ους αν ευρωσιν ἑτοίμους, ἐπαίροντες καὶ τὰς φωνὰς αὐτῶν ἀφ' ων φωνῶν θεοπρεπῶς καὶ ὑψηλοφυῶς νοουμένων θαυμαστοὶ γίνονται οἱ τῆς θαλάσσης μετεωρισμοί. μετεωρισμῶν θαλάττης κατὰ τὴν παροῦσαν διάνοιαν οντων τῶν καλουμένων πειρασμῶν οι καὶ θαυμαστοὶ γενήσονται σωτηρίας αιτιοι ἀναφαινόμενοι ἀπὸ τῶν φωνῶν τῶν ποτίμων ὑδάτων πολλῶν, εστι γοῦν ἰδεῖν ἐπὶ τοῖς πειρασμοῖς καὶ ἀγῶσι τούτοις νικητάς τινας ἀποδεικνυμένους· Μακάριος γὰρ ἀνὴρ ος ὑπομένει πειρασμόν, καὶ τὰ ἑξῆς. ἐπίστησον εἰ τὰ πολλὰ υδατα, ων ἀπὸ τῶν φωνῶν θαυμαστοὶ γίνονται οἱ μετεωρισμοὶ τῆς θαλάσσης, τυγχάνουσι ταῦτα τῇ θαλάσσῃ· ἐκ γὰρ τῶν πραγμάτων αὐτῆς καὶ τῶν ἐν αὐτοῖς τῶν ἀνθρώπων συμβαινόντων θαυμαστοὶ γίνονται οἱ μετεωρισμοὶ αὐτῆς, λογικῶς καὶ φρονίμως ἐταζόμενα καὶ γινωσκόμενα. 915 Ps 92,4c.5a ̓Εν τοῖς ὑψηλοῖς καὶ ἐπῃρημένοις λόγοις θαυμαστὸς ὁ κύριός ἐστιν ὡς πιστοῦσθαι ἐπὶ τούτῳ τὰ μαρτύρια τὰ συγγενῆ τοῖς λεγομένοις δικαιώμασι καὶ νομίμοις αὐτοῦ δὲ τοῦ θεοῦ ὑψηλὰ ἐν οις θαυμαστός ἐστι. δυνατὸν ανδρας θείους διὰ πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ὑψουμένους εἰπεῖν, η καὶ τοὺς κατ' οὐρανὸν ἀγγέλους καὶ ἀρχαγγέλους ὑψηλοὺς ἐν οις ὁ κύριος θαυμαστὸς ων εχει μαρτύρια καὶ λόγια βεβασανισμένα καὶ ἐξητασμένα α διὰ τὸ βέβαιον πιστὰ ειρηται. 916 Ps 92,5bc Οικος θεοῦ πάντες οἱ προσηκάμενοι αὐτὸν εἰς ἑαυτοὺς οις καὶ πρέπει ἀληθῶς τὸ ἁγίοις ειναι οὐκ ἐπὶ μίαν καὶ δευτέραν ἀλλ' εἰς μακρότητα ἡμερῶν· οθεν ὁ μυσταγωγὸς βουλόμενος τὸν οικον τοῦ θεοῦ εἰς μακρότητα ἡμερῶν ἁγίασμα εχειν φησὶν Οὐκ οιδατε οτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ αγιός ἐστιν οιτινές ἐστε ὑμεῖς. πρέπει γὰρ ἀληθῶς ἡ ἁγιότης καὶ τὸ ἁγίασμα παντὶ τῷ γενομένῳ θεοῦ οικῳ, ιν' ωσπερ θεοῦ αγιος ῃ καὶ ωσπερ αγιος ουτω καὶ τοῦ θεοῦ.