192
ψυχὴν δικαίου, ἐπιμορφαζόμενοι δὲ καὶ τὸ κριταὶ καὶ δικασταὶ τυγχάνειν καταδικάζουσιν ἀθῷον αιμα. Θρόνον δὲ ἀδικίας τὴν τυραννικὴν ἀρχὴν τοῦ διαβόλου εφη. εἰς τοσοῦτον γὰρ ηλασε πονηρίας ὁ διάβολος ὡς ἰσοδυναμεῖν τῇ μοχθηρᾷ εξει. ἀνομίαν γὰρ ἀντὶ ἀνόμου καὶ ἀπώλειαν ἀντὶ ἀπολωλότος καλεῖ αὐτὸν ἡ γραφή· οπου μὲν λέγουσα πρὸς αὐτὸν ̓Απώλεια ἐγένου (ταύτῃ καὶ ὁ ̓Ιούδας Υἱὸς ἀπωλείας ἐχρημάτισεν υἱὸς Σατανᾶ γεγονώς), οπου δὲ ἀνομίαν ὀνομάζουσα αὐτόν· τοὺς γὰρ τέκνα αὐτοῦ γεγενημένους υἱοὺς ἀνομίας λέγει, ῃ φησι περὶ Χριστοῦ Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. τούτου ὑπασπισταὶ τυγχάνουσιν οἱ πονηρευόμενοι περὶ ων φησι Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους η τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; δαίμονες δὲ ουτοι καὶ ανθρωποι πονηροί, διὰ πανουργίας τὰ προειρημένα κατὰ τοῦ ἀθῴου καὶ δικαίου δρῶντες.
922 Ps 94,1b-2 ̓Επὶ ἐξομολόγησιν παρακαλοῦσιν ητοι ἐφ' οις εδρασαν
κακῶς η ἐφ' οις ευ πεπόνθασι θεόθεν εὐχαριστοῦντες τῷ ἐπιφανέντι καὶ ἐπιλάμψαντι αὐτοῖς τὴν χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ τυγχάνοντα αὐτοῦ πρόσωπον· Αὐτὸς γάρ ἐστιν ἡ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. δυνατὸν τὸν τρίτον στίχον τῷ πρώτῳ ἀποδοῦναι καὶ τὸν τέταρτον τῷ δευτέρῳ ουτω νοοῦντα ἐπὶ τῷ ηκειν ἀγαλλιᾶσθαι τῷ κυρίῳ· Προεφθάσαμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἀλλὰ καὶ ἀλαλάττομεν τῷ σωτῆρι θεῷ ἡμῶν ἐν ψαλμοῖς. ψαλμοὶ δὲ καθ' ους ἀλαλάζουσι τῷ κυρίῳ πράξεις καθ' ας ἐνεργοῦσιν εὐαρεστοῦντες αὐτῷ τοιαῦτα γάρ τινα ὑποβάλλει ἡ ψαλμὸς φωνή. 923 Ps 94,3b Θεοὺς λέγει ους ἀγγέλους ἡ γραφὴ καλεῖ. βασιλεύει δὲ κἀκείνων γενομένων θεῶν πρὸς ους ὁ λόγος τοῦ θεοῦ γεγένηται. 924 Ps 94,4 Πάσης τῆς γῆς περιδραττόμενος ὁ λόγος κατὰ τὸν τῆς προνοίας λόγον ἐν τῇ χειρὶ ἑαυτοῦ εχει τὰ λεγόμενα τῆς γῆς πέρατα· ἡ κατάσχεσις γὰρ αὐτοῦ τὰ πέρατα τῆς γῆς ἐστι, κρατοῦντος δὲ αὐτοῦ τῶν τῆς γῆς περάτων. ἐπεὶ μέρη τῆς γῆς καὶ τὰ ορη αὐτοῦ τοῦ κυρίου (καὶ ταῦτά ἐστιν ὑψηλὰ ἐν τούτοις) τυγχάνει, σημειωτέον οτι διὰ πάσης τῆς γραφῆς ἀναιρεῖται τὸ δόγμα τῶν περιγραφόντων μέχρι τῶν τῆς σελήνης ορων τὴν πρόνοιαν. οὐκ ἐνταῦθα γὰρ μόνον κρατεῖν τῶν περάτων τῆς γῆς λέγεται ἀλλὰ καὶ πολλαχοῦ, ἀμέλει γοῦν ὡς οὐρανοῦ ουτω καὶ γῆς κύριός ἐστιν· ̓Εξομολογοῦμαί σοι γάρ, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρὸς διάνοιαν δὲ ἐν τῇ χειρὶ γίνονται τοῦ θεοῦ τῇ σκεπαστικῇ καὶ παντοδυνάμῳ μόνοι οἱ περαιτέρω τῆς γῆς φρονήσει καὶ πολιτείᾳ γινόμενοι· οθεν οὐδεὶς αὐτοὺς ἁρπάσαι δύναται οντας ἐν τῇ χειρὶ τοῦ πατρὸς καὶ ἐν τῇ χειρὶ τοῦ υἱοῦ. ταῦτα τὰ πέρατα κατ' ἐπίνοιαν αλλην Χριστοῦ ειεν πρόβατα, περὶ ων ὁ κύριός φησι Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον· καὶ οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρός μου, καὶ ἑξῆς· οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός μου. ̓Επεὶ ουν τὰ ἑρμηνευθέντα τῆς γῆς πέρατά εἰσιν ἐν χειρὶ θεοῦ, εἰκότως καὶ τὰ ὑψηλὰ τῶν ὀρέων αὐτοῦ τυγχάνει, ὀρῶν οντων τῶν διῃρημένων βίῳ καὶ φρονήματι θεοσεβῶν ἀνδρῶν. κατ' ἐξαίρετον δὲ αὐτοῦ εἰσιν ὑπερέχοντες ους ὑψηλὰ τῶν ὀρέων προσηγόρευσεν· η τάχα πέρατα μὲν γῆς, οἱ ἐπὶ γῆς περιπατοῦντες ανθρωποι, ἐν οὐρανῷ δ' εχοντες τὸ πολίτευμα καὶ τὴν καρδίαν διὰ τὸ ἐκεῖ τεθησαυρικέναι, τῶν ἀγγέλων ὑψηλῶν ὀρῶν χρηματιζόντων. 925 Ps 94,5b Σημειωτέον οτι οὐχ ὑπὸ χειρὸς ἀλλ' ὑπὸ χειρῶν πεπλᾶσθαι ἡ ξηρὰ λέγεται, ωσπερ τὸ Εργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, καὶ τὸ Αἱ χεῖρές σου ἐποίησάν με καὶ επλασάν με. τίνες δὲ αυται αἱ δημιουργικαὶ χεῖρες ἀπορητέον· μία μὲν γὰρ ὁμολογουμένως δραστήριος τοῦ θεοῦ χεὶρ ὁ θεὸς λόγος ἐστίν, ἀλλὰ ταύτῃ τῇ χειρὶ καὶ ἑτέρα τις συντέτακται διὰ πλειόνων γραφῶν καὶ αυτη δημιουργικὴ ὑπάρχουσα.