193
εδοξε δὲ ἀνδράσι θείοις καὶ τῶν ἀποστόλων φοιτηταῖς γεγενημένοις εἰπεῖν, ὡς αρα αἱ δημιουργικαὶ τοῦ θεοῦ χεῖρες ὁ μονογενὴς ειη καὶ τὸ αγιον πνεῦμα. ταύτης δὲ τῆς γνώμης ὁ Εἰρηναῖος μάλιστα ην, ἐξ ου δηλονότι παλαιὰ δόξα ἐστὶν ἡ τιθεμένη μὴ ποιούμενον ἀλλὰ ποιητικὸν καὶ τὸ αγιον πνεῦμα. 926 Ps 94,6-7c Οὐκ ἐκ τόπου εἰς ετερον τόπον ἰόντες ἐπὶ τῷ θεὸν προσκυνῆσαι παρακαλοῦσιν ἀλλήλους. οὐκέτι γὰρ τοπικὴ προσκύνησίς ἐστιν, ωσπερ ἐτύγχανεν ουσα οτε συνέστηκε τὰ ̔Ιεροσόλυμα καὶ ὁ ἐκεῖσε ναός. Προσκυνοῦσι γὰρ τῷ κυρίῳ, κατὰ τὸν προφήτην, εκαστος ἐκ τοῦ τόπου ἑαυτοῦ, οὐκ αἰσθητῶς καὶ σωματικῶς ἀλλὰ πνεύματι καὶ ἀληθείᾳ. Ερχονται τοίνυν κατὰ διάθεσιν μᾶλλον η μεταβολὴν τόπου οἱ προσκυνοῦντες καὶ προσπίπτοντες αὐτῷ, κλίνοντες αὐτῷ γόνυ θεὸν αὐτὸν ὁμολογοῦντες, οὐχ οἱ ἐπὶ γῆς μόνοι ἀλλὰ καὶ οἱ ἐν οὐρανοῖς καὶ καταχθονίοις κλαίοντες ἐνώπιον αὐτοῦ τὸν ἐκ μετανοίας κλαυθμόν, η καὶ ὁσαχῶς κλαίειν καὶ ὀδυνᾶσθαί τινας ειπομεν. αμεμπτος δὲ κλαυθμὸς καὶ πᾶσαν κηλίδα διαφεύγων ὁ θαρσῶν ἐνώπιον κυρίου γίνεσθαι. Λέγουσι δὲ τὴν αἰτίαν δι' ην τὰ ἐγκείμενα ἐπιτελοῦσι, φάσκοντες Οτι αὐτὸς θεὸς ἡμῶν καὶ ἡμεῖς πρόβατα νομῆς αὐτοῦ, σχέσεως τοῦ λαοῦ πρὸς θεὸν δηλουμένης διὰ τῆσδε τῆς λέξεως. διὰ τοῦτό φησι· Λαὸς νομῆς αὐτοῦ τυγχάνομεν οτι αὐτὸς ἐπιδέδωκεν ἑαυτὸν θεὸς ἡμῶν γενέσθαι· ἐπεὶ γὰρ αὐτὸς θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ τυγχάνομεν· καὶ ἐπεὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, αὐτὸς θεὸς ἡμῶν. τῆς δ' αὐτοῦ νομῆς λαὸς αὐτοῦ οντες, ἐσμὲν καὶ πρόβατα χειρὸς αὐτοῦ οντος ποιμένος ἡμῶν. διὸ οὐδεὶς ἁρπάσει ἡμᾶς ἐκ τῆς δεξιᾶς αὐτοῦ· Κἀγὼ γὰρ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 927 Ps 94,7c-9 Ταύτας τὰς λέξεις εως τοῦ τέλους τοῦ ψαλμοῦ ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρῆσθαι φήσας ὁ ἀπόστολος, εθηκεν αὐτὰς ἐν τῇ Πρὸς ̔Εβραίους ἐπιστολῇ ἀμωσγέπως καὶ ἑρμηνείαν αὐταῖς ἐπαγαγών. ἡρμήνευσε δὲ τὸ σήμερον, εἰς τὸν πάντα ἐνεστηκότα αἰῶνα ἀναφέρων αὐτό· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος σημαίνεται διὰ τοῦ σήμερον. σκληρύνεται δὲ καρδία, ον τρόπον καὶ ἡ τοῦ Φαραὼ κακίᾳ προσκλινομένη καὶ ὑπὸ ἁπάσης τῆς ἁμαρτίας σκληρὰ καὶ ἀντίτυπος ἀναφαινομένη. ταύτης τοίνυν ἀφέμενοι τῆς ὠμότητος, βοῶντι θεῷ κλίνωμεν τὴν ἀκοὴν ἐπὶ τῷ δίκαιοι γενέσθαι. 928 Ps 94,10.11 Αλλος δὲ τὸ Προσώχθισα προσκορής φησιν ἐγενόμην οὐ πάσῃ γενεᾷ ἀλλ' ἐκείνῃ ἀεὶ πλάνῃ συμβιούσῃ διὰ τὸ μὴ ἐθέλειν γνῶσιν εχειν θεοῦ· εφη τὸν θεὸν ὀργισθέντα ὀμόσαι μὴ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, ταῦτα δὲ ἐν ΟΖ εἰπών. ἐξηγησαμένου δὲ καὶ Παύλου ταύτην τὴν λέξιν, οὐδὲν πλέον τῶν τότε ῥηθέντων ἐροῦμεν. 929 Ps 95,1-2a Νοήσεις δὲ καὶ ουτως· ἡ λογικὴ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γινομένη ψυχὴ οικός ἐστι τοῦ πεποιηκότος, μάλιστα σὺν ἀρετῇ διάγουσα, ἁμαρτάνουσα δὲ αἰχμαλωτίζεται καὶ καθαιρεῖται ωστε μηκέτι ειναι ναὸς θεοῦ. ειπε γοῦν ὁ θεὸς περί τινων Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ ειναι αὐτοὺς σάρκας. πάλαι γὰρ ἐνοικοῦντος ἐν αὐτοῖς τοῦ θείου πνεύματος ναὸς ησαν αὐτοῦ· οτε δὲ ἁμαρτάνοντες σάρκες γεγένηνται ἐμπαθῆ καὶ ὑλικὴν εξιν ἀναλαβόντες, τὸ τηνικάδε ἀπέστη ὁ ἐνοικῶν ἐν αὐτοῖς καὶ καταστροφὴν ὑπέμειναν πρὸς τῶν αἰχμαλωτισάντων αὐτοὺς πονηρῶν πνευμάτων. Ωσπερ τοίνυν ὁ ἁμαρτάνων αἰχμάλωτος γεγονὼς παύεται τοῦ ειναι θεοῦ οικος διαλυθέντος τοῦ ἐξ ἀρετῶν οἰκοδομήματος αὐτοῦ, ουτως ὁ ἐπιστρέφων πρὸς θεὸν διὰ μετανοίας οὐ μόνον τῆς αἰχμαλωσίας λυτροῦται, ἀλλὰ καὶ θεμελιοῦται καὶ οἰκοδομεῖται θεοῦ οικος δι' ὀρθότητα φρονήματός τε καὶ πράξεων ἀρίστων. καὶ τοῦτό ἐστιν ο δηλοῖ ἡ ἐγκειμένη τοῦ ψαλμοῦ προγραφή. μετὰ γὰρ τὴν αἰχμαλωσίαν τοῦ οικου οἰκοδομηθέντος πρὸς τῶν εὐπαθόντων χαριστήριος ᾠδὴ ἀναπέμπεται ὑπὲρ ἀφέσεως τῆς αἰχμαλωσίας καὶ ἐγκαινισμοῦ τοῦ θείου οικου. καὶ πρὸς τὸ ῥητὸν ἐκλαβεῖν τις τὰ κατὰ τὸν τόπον