194
δυνήσεται. φαίνεται γὰρ ὁ οικος ἐν τοῖς χρόνοις Εσδρα μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομηθείς. λεκτέον ουν περὶ τῆς τοιαύτης εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως τοῦ οικου προφητικώτερον τὸν ∆αυὶδ τεθεωρηκότα τὴν ὑπὲρ τοῦ ἐγκαινισμοῦ τοῦ οικου τὴν ᾠδὴν πεποιηκέναι. ᾳδουσι δὲ τὴν ᾠδὴν οἱ τὸν παλαιὸν ανθρωπον ἐκδυσάμενοι καὶ τὸν νέον ἐνδυσάμενοι τὸν ἀνανεούμενον εἰς τὸ γενέσθαι κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν, τῷ μαθητεύεσθαι τῇ καινῇ διαθήκῃ τὴν καινότητα τῆς Χριστοῦ διδασκαλίας προσηκάμενοι. ̓Ενταῦθα μὲν ουν ᾳδειν πᾶσα ἡ γῆ προστάττεται, ἐν ΞΕ δὲ προσκυνεῖν· Πᾶσα γὰρ ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι· καὶ ἐν ̓Αμβακοὺμ Τῆς αἰνέσεως αὐτοῦ (δηλαδὴ τοῦ θεοῦ) πλήρης πᾶσα ἡ γῆ ειρηται, καὶ ἐν αλλοις Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. ουτοι ουν πάντες οἱ ᾳδοντες τῷ θεῷ πρὸς τῷ αδειν αὐτῷ καὶ εὐλογεῖν τὸ ονομα αὐτοῦ προστάττονται. διὰ γὰρ εργων ἀγαθῶν καὶ γνώσεως τῆς ἀληθείας εὐλογεῖ τις καὶ δοξάζει τὸ ονομα τοῦ θεοῦ. ειρηται γοῦν ἐν Εὐαγγελίῳ Λαμψάτω τὸ φῶς ὑμῶν εμπροσθεν τῶν ἀνθρώπων, οπως ιδωσι τὰ καλὰ ὑμῶν εργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. τῆς γὰρ θεοῦ προσηγορίας ἐπικληθείσης ἡμῖν, πάντα πράττοντες τὰ κατὰ λόγον τὸν ὀρθὸν δι' εὐλογίας ων εὐλογοῦμεν, ἐνεργοῦμεν ο φοροῦμεν ονομα κυρίου· οὐ γὰρ αλλως εχοντος αὐτοῦ, εὐχόμεθα εὐλογημένον αὐτὸ καὶ αγιον γενέσθαι. δι' ἀκριβείας δὲ ὡς οιόν τ' ην ειρηται περὶ τούτου ἐν τῷ ΛΓ ψαλμῷ εἰς τὸ ̔Υψώσωμεν τὸ ονομα αὐτοῦ ἐπὶ τὸ αὐτό· οθεν νῦν ἀρκούμεθα τοῖς διὰ βραχέων εἰρημένοις. ̓Επίστησον εἰ δυνατὸν καὶ ουτως ἐκδέξασθαι τὰς προκειμένας λέξεις· οἱ τῇ παλαιᾷ διαθήκῃ προσανέχοντες ὑπὲρ αἰσθητῶν συμβαινόντων πραγμάτων ᾳδοντες ᾳσμα παλαιὸν ῃδον. τοῦ γὰρ Φαραὼ τοῦ τῆς Αἰγύπτου τυράννου καταποντισθέντος, ᾳδει Μωυσῆς μετὰ πάσης τῆς ̔Εβραϊκῆς πληθύος ᾠδὴν η ἐφύμνιον Αισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ιππον καὶ ἀναβάτην ερριψεν εἰς θάλασσαν. καὶ ἐπ' αλλοις δὲ συμβεβηκόσι σωματικώτερόν ἐστιν ἰδεῖν ᾳδοντα τὸν ̓Ισραὴλ ἐν τῇ Πεντατεύχῳ καὶ τῇ λοιπῇ παλαιᾷ γραφῇ. οἱ δὲ ἀποστάντες τῆς παλαιότητος τοῦ γράμματος ἐπὶ τῷ μαθητευθῆναι τῇ καινότητι τοῦ πνεύματος ἐπὶ νοητῶς καὶ πνευματικῶς κατορθουμένοις καινὸν τῷ κυρίῳ ᾳδουσιν ᾳσμα, καταργηθέντος τοῦ τὸ κράτος εχοντος τοῦ θανάτου διαβόλου καὶ ὑποβρυχίου γενομένου τοῦ τῆς νοητῆς Αἰγύπτου τυράννου, ̓Ιησοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου χάριτι θεοῦ. ᾳδοντες δὲ κυρίῳ ουτοι πάσας κατάρας ἠλευθερωμένοι καὶ τῆς εὐλογίας μετειληφότες τῆς θεόθεν χορηγουμένης, εὐλογοῦσι τὸ ονομα τοῦ εὐλογήσαντος αὐτοὺς πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις.
930 Ps 95,2b.3 Αἱ προκείμεναι προστάξεις γίνονται τοῖς ̓Ιησοῦ μαθηταῖς
ἀκούουσι Πορευθέντες μαθητεύσατε πάντα τὰ εθνη. βούλεται γὰρ τὸ πνεῦμα τὸ αγιον συντόνῳ καὶ ἀδιαστάτῳ σπουδῇ ἐπιτελεῖν αὐτοὺς τὸ εὐαγγελικὸν εργον. τὸ γὰρ ̔Ημέραν ἐξ ἡμέρας τοῦτο παρίστησι τὸ διηνεκῶς αὐτοὺς εὐαγγελίζεσθαι τὸ θεοῦ σωτήριον, περὶ ου ειρηται Ουτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, καὶ πάλιν ̓Ετέχθη σήμερον ὑμῖν σωτὴρ ος ἐστι χριστὸς κύριος. τῶν γὰρ ἀποστόλων εὐαγγελιζομένων ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, ἐκβάσεως τεύξεται ἡ προφητεία ἡ λέγουσα Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ∆υνατὸν τὸ ̔Ημέραν ἐξ ἡμέρας ἐκλαβεῖν τὰς δύο διαθήκας τοῦ σωτῆρος οντος ἡλίου δικαιοσύνης. ἐπεὶ ουν οἱ εὐαγγελίζεσθαι προσταττόμενοι νομομαθεῖς οντες καὶ τῆς πρώτης ἡμέρας φωτισμὸν ειχον, ἀκολούθως ἐκ τῆς ἡμέρας ἐκείνης ἡμέραν αλλην τὴν κατὰ τὴν καινὴν διαθήκην φωτιζόμενοι τὸ θεοῦ σωτήριον ἀπαγγελοῦσιν. Εὐαγγελιζόμενοι δὲ τὸν σωτῆρα Χριστὸν οντα θεοῦ σωτήριον, ἀναγγέλλουσι πᾶσι