194
ἔλεγεν, ἀλλὰ λῦσαι μᾶλλον. Ὁ μὲν γὰρ ἀπὸ τοῦ Ἰωσὴφ αὐτὸν εἶναι νομίζων, οὐκ ἂν παρεδέξατο τὰ λεγόμενα· ὁ δὲ πεισθεὶς, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἂν προσέσχε τοῖς λεγομένοις. Μετὰ δὲ τούτων καὶ ἑτέραν λύσιν ἐπάγει, λέγων· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πνευματικῶς δεῖ τὰ περὶ ἐμοῦ ἀκούειν· ὁ γὰρ σαρκικῶς ἀκούσας, οὐδὲν ἀπώνατο, οὔτε χρηστόν τι ἀπέλαυσε. Σαρκικὸν δὲ ἦν τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ τὸ νομίζειν, ὅτι υἱός ἐστιν Ἰωσὴφ, καὶ τὸ, Πῶς δύναται ἡμῖν τὴν σάρκα δοῦναι φαγεῖν; Ταῦτα πάντα σαρκικά· ἅπερ ἔδει μυστικῶς νοεῖν καὶ πνευματικῶς. Καὶ πόθεν, φησὶν, ἠδύναντο νοῆσαι τί ποτέ ἐστιν τὸ σάρκα φαγεῖν ἐκεῖνοι; Οὐκοῦν ἔδει τὸν προσήκοντα ἀναμεῖναι καιρὸν, καὶ πυνθάνεσθαι, καὶ μὴ ἀπαγορεύειν. Τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή· τουτέστιν, θεῖα καὶ πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικὸν, οὐδὲ ἀκολουθίαν φυσικήν· ἃ καὶ ἀπήλλακται πάσης μὲν τοιαύτης ἀνάγκης, καὶ ὑπέρκειται καὶ τῶν νόμων τῶν ἐνταῦθα κειμένων· ἕτερον δὲ ἔχει νοῦν ἐξηλλαγμένον. Ὥσπερ οὖν ἐνταῦθα τὸ πνεῦμα εἶπεν ἀντὶ τοῦ πνευματικὰ, οὕτω σάρκα εἰπὼν, οὐ σαρκικὰ εἶπεν, ἀλλὰ τὸ σαρκικῶς ἀκοῦσαι, ἅμα καὶ αὐτοὺς αἰνιττόμενος, ὅτι ἀεὶ σαρκικῶν ἐπεθύμουν, δέον πνευματικῶν ἐφίεσθαι. Ἐὰν γὰρ αὐτὸ σαρκικῶς τις ἐκλάβοι, οὐδὲν ἀπώνατο. Τί οὖν; οὐκ ἔστι ἡ σὰρξ αὐτοῦ σάρξ; Καὶ σφόδρα μὲν οὖν. Καὶ πῶς εἶπεν, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν; Οὐ περὶ τῆς ἑαυτοῦ σαρκὸς λέγων· μὴ γένοιτο· ἀλλὰ περὶ τῶν σαρκικῶς ἐκλαμβανόντων τὰ λεγόμενα. Τί δέ ἐστι τὸ σαρκικῶς νοῆσαι; Τὸ ἁπλῶς εἰς τὰ προκείμενα ὁρᾷν, καὶ μὴ πλέον τι φαντάζεσθαι. Τοῦτο γάρ ἐστι σαρκικῶς. Χρὴ δὲ μὴ οὕτω κρίνειν τοῖς ὁρωμένοις, ἀλλὰ πάντα τὰ μυστήρια τοῖς ἔνδον ὀφθαλμοῖς κατοπτεύειν. Τοῦτο γάρ ἐστι πνευματικῶς. Ἄρα ὁ μὴ τρώγων αὐτοῦ τὴν σάρκα, καὶ πίνων αὐτοῦ τὸ αἷμα. οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ· πῶς οὖν οὐδὲν ὠφελεῖ ἡ σὰρξ, ἧς ἄνευ ζῇν οὐκ ἔνι; Ὁρᾷς ὅτι τὸ, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, οὐ περὶ τῆς σαρκὸς αὐτοῦ εἴρηται, ἀλλὰ περὶ τῆς σαρκικῆς ἀκροάσεως; Ἀλλ' εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσι. Πάλιν κατὰ τὸ σύνηθες αὐτοῦ τοῖς λόγοις ἀξίωμα περιτίθησι, τά τε μέλλοντα προλέγων, καὶ δεικνὺς ὡς οὐ τῆς ἐκείνων δόξης ἐφιέμενος ταῦτα ἔλεγεν, ἀλλ' αὐτῶν κηδόμενος. Εἰπὼν δὲ, Τινὲς, τοὺς μαθητὰς ὑπεξήγαγε. Παρὰ γὰρ τὴν ἀρχὴν ἔλεγε· Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι· ἐνταῦθα δὲ, Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγε, ∆ιὰ τοῦτο εἴρηκα, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου. Τὸ ἑκούσιον ἐνταῦθα τῆς οἰκονομίας ὁ εὐαγγελιστὴς ἡμῖν αἰνίττεται, καὶ τὸ ἀνεξίκακον. Καὶ τὸ Ἐξ ἀρχῆς δὲ οὐχ ἁπλῶς ἐνταῦθα κεῖται, ἀλλ' ἵνα μάθῃς αὐτοῦ τὴν 59.266 ἄνωθεν πρόγνωσιν, καὶ ὅτι πρὸ τῶν ῥημάτων τούτων, καὶ οὐ μετὰ τὸ γογγύσαι, οὐδὲ μετὰ τὸ σκανδαλισθῆναι τὸν προδότην ᾔδει, ἀλλὰ καὶ πρὸ τούτου, ὅπερ ἦν θεότητος. Εἶτα καὶ ἐπήγαγεν, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου, πείθων αὐτοὺς Πατέρα αὐτοῦ νομίζειν τὸν Θεὸν, ἀλλὰ μὴ τὸν Ἰωσὴφ, καὶ δεικνὺς ὅτι οὐκ ἔστι τὸ τυχὸν τὸ πιστεῦσαι εἰς αὐτόν. Μονονουχὶ γὰρ τοῦτό φησιν, Οὐ θορυβοῦσιν, οὐδὲ ταράττουσιν, οὐδὲ ξενίζουσί με οἱ μὴ πιστεύοντες· οἶδα τοῦτο ἄνωθεν πρὶν ἢ γενέσθαι· οἶδα τίσιν ἔδωκεν ὁ Πατήρ. γʹ. Ὅταν δὲ ἀκούσῃς, ὅτι ∆έδωκε, μὴ ἀποκλήρωσιν ἁπλῶς νόμιζε, ἀλλ' ἐκεῖνο πίστευε, ὅτι ὁ παρασχὼν ἑαυτὸν ἄξιον τοῦ λαβεῖν, αὐτὸς ἔλαβεν. Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ' αὐτοῦ περιεπάτουν. Καλῶς καὶ ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ἀνεχώρησαν, ἀλλὰ, Ἀπῆλθον εἰς τὰ ὀπίσω, δηλῶν ὅτι τῆς κατὰ ἀρετὴν ἐπιδόσεως ὑπετέμοντο, καὶ ὅτι ἣν εἶχον πάλαι πίστιν ἀπώλεσαν, ἀποσχίσαντες ἑαυτούς. Ἀλλ' οὐχ οἱ δώδεκα τοῦτο ἔπαθον. ∆ιὸ καί φησι πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; δεικνὺς πάλιν ὅτι οὐ δεῖται τῆς διακονίας αὐτῶν καὶ