195
τοῖς εθνεσι τὴν θεοῦ δόξαν, ητις ἐστὶν ὁ Χριστὸς τυγχάνων ἀπαύγασμα τῆς θεοῦ δόξης· περὶ ης γέγραπται ἐν ̔Ησαΐᾳ ̓Οφθήσεται ἡ θεοῦ δόξα, καὶ μεθ' ετερα Καὶ ἡ δόξα τοῦ θεοῦ ἐπὶ σὲ ἀνατέταλκεν. ὡς γὰρ σοφία καὶ δύναμις ἀλήθειά τε καὶ δικαιοσύνη θεοῦ ὁ Χριστός, ουτως καὶ δόξα αὐτοῦ τυγχάνει. Πρὸς τούτοις δὲ καὶ ἀναγγέλλειν ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ προστάττονται, περὶ ων ἐν ΛΘ ψαλμῷ πρὸς θεὸν ειρηται Πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου. τὸν τούτων τῶν θαυμάτων αιτιον ὑμνῶν ̔Ησαΐας ὁ προφήτης φησὶ Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ονομά σου, οτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Χριστὸς γὰρ ὁ σωτὴρ θαυμαστὰ πεποίηκεν ἐλευθερώσας πᾶσαν ψυχὴν ὑπὸ τοῦ διαβόλου καταπονουμένην, τὴν ἀρχαίαν θεοῦ βουλὴν στήσας καθ' ην εὐθὴς ὁ ανθρωπος ὑπῆρχε κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ δημιουργοῦ γεγονώς. εἰ δὲ καὶ τεραστίους δυνάμεις ειναι βούλεται τὰ ἀπαγγελλόμενα τοῖς λαοῖς θαυμάσια καθ' ας ̓Ιησοῦς νεκροὺς ηγειρε καὶ τυφλοὺς εἰς οψιν ἀποκαθιστᾷ καὶ ει τι αλλο τοιοῦτον ἀναγέγραπται, οὐχ ἁμαρτάνεις. ∆υνατὸν δὲ καὶ ουτως· Φανερώσατε διὰ θεολογίας τὴν περὶ θεοῦ ἀκραιφνεστάτην γνῶσιν, οπως ὀρθὴν διάληψιν περὶ θεοῦ εχῃ τὰ εθνη ἀφέμενα πολυθέου δεισιδαιμονίας. Ταῦτα οὐδενὶ τρόπῳ ἁρμόσει τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσι κατὰ τοὺς Κύρου χρόνους η κατὰ τοὺς ∆αρείου, οτε αἰσθητῶς ὁ οικος ᾠκοδομεῖτο ὁ ἐν τῇ ̓Ιουδαίᾳ προεστῶτος τῆς οἰκοδομῆς Ζοροβάβελ καὶ ̓Ιησοῦ τοῦ ἱερέως μετὰ τὴν αἰχμαλωσίαν. πεπλήρωται γὰρ ταῦτα δι' εργων μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, τῶν αὐτοῦ μαθητῶν τὴν σύμπασαν γῆν περιδραμόντων καὶ εὐαγγελισαμένων τὸ σωτήριον αὐτοῦ ἀναγγειλάντων τε ἐν πᾶσι τοῖς εθνεσι τὴν δόξαν αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἐν πᾶσι τοῖς λαοῖς. σωτήριον δέ φησιν τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν μετὰ τὸν θάνατον σωτηρίαν η καὶ αὐτὸν τὸν Χριστόν. 931 Ps 95,4.5 Μέγας ὁ κύριος λέγεται οὐ κατ' ἐπίδοσιν μεγέθους καὶ ογκου (ἀσώματος γάρ· σωμάτων δὲ ιδιον τὸ πεποσῶσθαι καὶ ογκον εχειν) ἀλλὰ καθ' ὑπεροχὴν ἀσύγκριτον δημιουργικῆς δυνάμεως· τῶν γὰρ παμμεγέθων οὐρανῶν τυγχάνει ποιητής. εἰ δὲ τούτων πολλῷ πλέον τῶν ὑποδεεστέρων τοῦ κόσμου μερῶν, τούτῳ τῷ τρόπῳ μέγας ων ὁ κύριος, καὶ ὑμνητὸς καὶ αἰνετός ἐστι καὶ φοβερὸς ἐπὶ πάντας τοὺς θεούς, τῆς Σφόδρα λέξεως κατὰ κοινοῦ τεταγμένης. καὶ εἰ μὲν καθόλου καὶ κυρίως ἐκλάβοιμεν τὴν πρόσταξιν φάσκουσαν ̓Επὶ πάντας τοὺς θεούς, συναριθμήσαιμεν καὶ τοὺς ἐπαινουμένους θεοὺς ων ὁ θεὸς θεός ἐστι κατὰ τὸ ̓Οφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών, καὶ Θεὸς θεῶν κύριος ἐλάλησεν-ἐπὶ πάντας ουν τούς τε ἐπαινουμένους καὶ διαβαλλομένους θεοὺς φοβερὸς ὁ κύριός ἐστι τῷ μέγας καὶ αἰνετὸς σφόδρα τυγχάνειν, πάντων κριτὴς καὶ ἐξεταστὴς τυγχάνων· εἰ δὲ μὴ ἁπλῶς καθόλου ἀλλὰ περὶ μόνων τῶν θεῶν τῶν ἐθνῶν ἡ θέσις ειη ουτω λεγομένη, ἐπεὶ πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια ὑπάρχουσιν, ἐπὶ πάντας τοὺς θεοὺς τούτους φοβερός ἐστιν ὁ μέγας καὶ αἰνετὸς σφόδρα κύριος, κρίνων καὶ κολάσει αὐτοὺς ὑποβάλλων. εἰς ταύτην τὴν διάνοιαν καὶ τὸ ἐν ̔Ησαΐᾳ λήψῃ ̓Ολολύξατε γλυπτὰ ̔Ιερουσαλὴμκαὶ ἐν Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς· ουτως ποιήσω καὶ ̔Ιερουσαλὴμ καὶ τοῖς γλυπτοῖς αὐτῆς. γλυπτὰ γὰρ ὀλολύξαντα οὐ τὰ αψυχα (ἐμψύχου γὰρ τὸ ὀλολύζειν) ἀλλὰ τὰ διὰ τῶν αἰσθητῶν ἀγαλμάτων δηλούμενα δαιμόνια ἐκδεκτέον. Κατὰ ουν τῶν θεῶν τῶν ἐθνῶν (ουτοι δέ εἰσι δαιμόνια) φοβερὸς εσται ὁ κρίνων αὐτοὺς κύριος· οὐχ ἁπλῶς δέ γε θεοὶ ἀλλὰ τῶν ἐθνῶν. διὸ καὶ οὐκ ἀληθῶς οντα θεοὶ τὰ δαιμόνια, δειλιᾷ καὶ φοβερὸν εχοντα τὸν κύριον, παρακαλεῖ αὐτὸν μὴ ἐπιτάξαι αὐτοῖς ἀπελθεῖν εἰς τὴν αβυσσον, οἰκτροπάτην φωνὴν ἀφιέντα ∆εόμεθά σου μὴ πρὸ καιροῦ βασανίσῃς ἡμᾶς. 932 Ps 95,6 ̔Ο διὰ τὸ τῆς ἀρετῆς κάλλος ὡραιότητα κεκτημένος καὶ τὴν συμφυῆ ταύτῃ κατ' εὐχαριστίαν ἐξομολόγησιν ἐνώπιον παρίσταται θεοῦ κατὰ τὸν λέγοντα Ζῇ κύριος