196
τῶν δυνάμεων ῳ παρέστην ἐνώπιον αὐτοῦ, παντὸς ἁμαρτάνοντος φεύγοντος τὸ ἐνώπιον ιστασθαι θεοῦ· Οὐ διαμενοῦσι γὰρ παράνομοι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. ἀμέλει καὶ ὁ ̓Αδὰμ αμα τῇ γυναικὶ μετὰ τὸ ἁμαρτεῖν φεύγει ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ αἰσχυνόμενος, μᾶλλον δὲ φοβούμενος ὀφθῆναι αὐτῷ. ταύτῃ καὶ Καὶν ὁ ἀλάστωρ ἐξέρχεται ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ, οὐχ οτι δυνατὸν διαδρᾶναι θεὸν καὶ πόρρω τοῦ προσώπου αὐτοῦ γενέσθαι, ἀλλ' οτι οἱ φαῦλοι ψευδοδοξοῦντες ἠπάτηνται ὡς οἰηθῆναι λανθάνειν θεὸν ἐφ' οις δυσσεβῶς ἐνεργοῦσιν· εἰ γὰρ καὶ ισασιν οτι λαθεῖν θεὸν οὐχ οιόν τε, ἀλλ' ουν γε διάθεσιν τοιαύτην εχουσιν ὡς εἰ δυνατὸν ὑπῆρχεν, ἠβούλοντο πόρρω θεοῦ ειναι αἰσχυνόμενοι τὰς αὐγὰς τῶν οψεων αὐτοῦ. οἱ δέ γε σπουδαῖοι διὰ πολλὴν παρρησίαν καὶ τὸ ἐλεύθερον τοῦ βλέμματος ἐνώπιον θεοῦ γνησίων θεραπόντων δίκην ἑστήκασι, λέγοντες ̓Επίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, καὶ ̓Οφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ωτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Μὴ ταραττέτω σε εἰ ἐξομολογήσεως καὶ ὡραιότητος ἐνώπιον κυρίου τυγχανουσῶν ἡμεῖς τὸν ἐξομολογούμενον καὶ ὡραιότητα εχοντα ἐνώπιον κυρίου ειπομεν ειναι, πολλάκις καὶ κατὰ τὴν γραφὴν τῶν τὰς εξεις ἐχόντων σημαινομένων ταῖς τῶν εξεων προσηγορίαις· ἀνθρώποις γὰρ γράφων ὁ ἀπόστολος περί τε αὐτοῦ κἀκείνων φησὶν Ινα γενώμεθα (δηλονότι ἐν αὐτῷ τῷ Χριστῷ) θεοῦ δικαιοσύνη. ̓Εξομολογήσεως δὲ καὶ ὡραιότητος οὐσῶν ἐνώπιον θεοῦ, ἁγιότης καὶ μεγαλοπρέπεια ὑπάρξει τῷ ἁγιάσματι αὐτοῦ. ἁγίασμα δὲ θεοῦ καλεῖν εθος πατρίῳ συνηθείᾳ τοῖς ἐκ περιτομῆς τὸν θεοῦ ναόν. ἐπεὶ ουν ὁ ἐξομολογούμενος καὶ ὡραιότητα εχων δεξάμενος θεὸν ἐν ἑαυτῷ ναὸς αὐτοῦ καὶ ἁγίασμα γίνεται, εἰκότως περὶ τοῦ τοιούτου λέγεται τὸ ἁγιότητα καὶ μεγαλοπρέπειαν εχειν, ἁγιότητα μὲν μεταλαμβάνων τῆς ἁγιότητος τοῦ παρόντος θεοῦ καὶ Χριστοῦ οντος θεοῦ ἁγιασμοῦ ἀλλὰ καὶ τοῦ ἁγίου πνεύματος, μεγαλοπρέπειαν δὲ ζητῶν τὸ πρέπον καὶ εὐπρεπὲς ἐν μεγάλοις καὶ ὑπερτέροις· μεγαλοπρέπεια γάρ ἐστι τὸ ἐν μεγάλοις πρέπον, μικροπρέπεια δὲ τὸ ἐν μικροῖς. οσοι γοῦν ἐν ἀνθρωπίνοις δοξαρίοις καὶ ἀξιώμασι καὶ ἐν αἰσθητοῖς ῥώμῃ καὶ πλούτῳ εὐπρεπεῖν θέλοντες, μικροπρεπεῖς ειεν τοῦ χρηματίσαντος ἁγιάσματος θεοῦ κατὰ τὰ ἀποδοθέντα ἐν νοητοῖς καὶ πνευματικοῖς ἀρεταῖς τε καὶ εὐσεβείᾳ, απερ πάντα μεγάλα τυγχάνει διαπρέπειν ζητοῦντα καὶ ταύτῃ μεγαλοπρέπειαν εχει σύζυγον ουσαν ῃ κέκτηται ἁγιότητι. 933 Ps 95,7.8 ̓Επεὶ δοῦλοι τυγχάνοντες Χριστοῦ εχομεν τὸ ονομα αὐτοῦ ἐπικληθὲν ἐφ' ἡμᾶς διὰ τοῦ σοφῶς καὶ λογικῶς δικαίως τε καὶ ἁγίως ἐπιτελεῖν πάντα, δόξαν ἐνέγκωμεν τῷ ἐφ' ἡμᾶς ὀνόματι τοῦ Χριστοῦ. Ευ δὲ καὶ τὸ φάναι Αρατε θυσίας, τουτέστι μετεωρίσατε τὸ περὶ θυσιῶν νόημα, μὴ χαμαιζήλως βουθυτοῦντες καὶ τὰ λοιπὰ σφάζοντες ζῷα ἀλλ' ὑψηλῶς τὰ διὰ τούτων δηλούμενα διανοούμενοι τὰς πνευματικὰς καὶ ἐπουρανίους θυσίας ων ὑποδείγματα καὶ σκιὰ αἱ αἰσθητῶς προσαγόμεναι θυσίαι. 934 Ps 95,9b-11a Καὶ πᾶσα δὲ διάνοια γεώδη ποιότητα ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν υλην συμπαθείας σειομένη ἀποβάλλει τὴν προτέραν καὶ γεώδη διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον εξιν ἀναλαβεῖν. ἀληθῶς γὰρ τοῦτ' ειη τὸ σαλευθῆναι τὴν γῆν τὸ εἰς οὐρανὸν μεταβαλεῖν καὶ φορέσαι τὴν εἰκόνα τοῦ ἐπουρανίου. ̓Ακόλουθα τούτοις καὶ τὰ ἐπιφερόμενα Ειπατε ἐν τοῖς εθνεσιν ̔Ο κύριος ἐβασίλευσε. παθὼν γὰρ καὶ ἐκ νεκρῶν ἀναστὰς ἐβασίλευσεν ἐν τοῖς εθνεσιν, εἰπὼν ̓Εδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. γινομένου λοιπὸν τοῦ θελήματος τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, βασιλεύοντος δὲ τοῦ κυρίου ἐν πᾶσι τοῖς εθνεσι, σαλεύεται τὸν εἰρημένον τρόπον ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, οπως τὴν τῆς ἀρετῆς εξιν ἀναλάβῃ κατορθωθεῖσα ὑπὸ τοῦ κυρίου εἰς τὸ μηκέτι σαλεύεσθαι οἰκουμένη ἀντὶ γῆς γεγενημένη· βασιλεύοντος γὰρ τοῦ κυρίου, οὐχ ἁπλῶς γῆ ετι μένει ἀλλ' οἰκουμένη, οἰκοῦντος ἐν αὐτῇ πατρὸς καὶ υἱοῦ