1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

197

καὶ ἁγίου πνεύματος καὶ τῶν θείων χαρισμάτων. Ουτος ὁ βασιλεύσας ἐν πᾶσι τοῖς εθνεσι κρινεῖ λαοὺς ἐν εὐθύτητι, εκαστον ἐν τῷ ἰδίῳ τάγματι δικάζων, ἐπείπερ ἐν πᾶσιν αὐτοῖς ἀνηγγέλη τὰ θαυμάσια αὐτοῦ, οὐκ ἐν μόνῳ τῷ ̓Ισραήλ. κρινεῖ δὲ αὐτοὺς ἐν εὐθύτητι, οὐ τὰ εργα μόνον ἀλλὰ καὶ τὴν διάθεσιν αὐτῶν ἐξετάζων. ταῦτα δὲ κατὰ τὴν δευτέραν αὐτοῦ γενήσεται παρουσίαν, ἡνίκα καὶ εὐφρανθήσονται οἱ οὐρανοὶ καὶ ἀγαλλιάσεται ἡ γῆ. 935 Ps 95,11.12a Πρὸς ἀναγωγὴν οἱ τὴν τοῦ ἐπουρανίου εἰκόνα φοροῦντες καὶ ἐν οὐρανοῖς πολίτευμα εχοντες οὐρανοί εἰσιν, εὐφραινόμενοι τῷ ἐμπεφορῆσθαι τὸν ακρατον ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου γινόμενον οινον ον ἐκέρασεν εἰς κρατῆρα ἡ σοφία. τούτων τῶν οὐρανῶν ὑποδεέστεροί τινες οντες μέλλουσι διὰ πραότητα κληρονομεῖν τὴν ὑψηλὴν καὶ ανω που κειμένην γῆν, ης ὁμωνύμως μετωνυμικῷ τρόπῳ γῆ καλούμενοι ἀγαλλιῶνται χαρὰν χαίροντες τὴν ὑπὸ τοῦ ἁγίου πνεύματος καρποφορουμένην. Ειη δέ τις διάνοια ὑπὸ παθῶν ἐξηγριωμένη ὡς δι' ἀλμυρότητα καὶ ηθους πικρότητα καὶ τὴν ἐξ ἀταξίας κινημάτων τρικυμίαν θάλασσα χρηματίζουσα· ταύτην σαλευθῆναι ἐπ' εὐεργεσίᾳ προσήκει, οπως ἐκ σάλου καὶ κλύδωνος εἰς εὐστάθειαν καὶ γαλήνην μεταβάλλῃ αμα τῷ πληρώματι αὐτῆς τοῖς πικροῖς καὶ τεταραγμένοις· πρώτη γὰρ εὐεργεσία τοῖς μετανοοῦσιν ἀποθανεῖν τὰς ἀτάκτους καὶ τεθορυβημένας ὁρμάς. Καὶ αἱ ουσαι δὲ ψυχαὶ διὰ τὸ δεδέχθαι τὸν ̓Ιησοῦ σπόρον πεδία καρποφόρα χαίρουσι χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ ἐπὶ τῷ ἐν ἀγαλλιάσει θερίζειν α εσπειραν ἐν δάκρυσιν. 936 Ps 95,12b-13b Τὸ τότε ἀναφορὰν εχει ἐπὶ τὸ κεκατορθῶσθαι ὑπὸ κυρίου τὴν οἰκουμένην. ἀνενεκτέον δὲ τὸ τότε καὶ ἐπὶ τὸ Εὐφραινέσθωσαν οἱ οὐρανοί. οταν γὰρ εὐφρανθήσονται οἱ οὐρανοὶ καὶ ἀγαλλιάσεται ἡ γῆ, τότε ἀγαλλιᾶται τὰ ξύλα τοῦ δρυμοῦ. δρυμοῦ δὲ ξύλα οἱ μὴ φέροντες καρπόν· ἀλλ' ουτοι οἱ πάλαι ακαρποι καρποφοροῦντες ἀγαλλιῶσι, προτρέχοντες τοῦ κυρίου δεῦρο κατιόντος. ἐρχομένου γὰρ τοῦ κυρίου κρῖναι τὴν γῆν, τότε τὰ ξύλα τοῦ δρυμοῦ ἀγαλλιᾷ, ἀεὶ εὐφραινομένων τῶν ξύλων τοῦ παραδείσου τῆς τρυφῆς. τούτων δὲ οὐκ ἀεί (δρυμοῦ γάρ εἰσι ξύλα), ἀλλ' οταν ὁ κύριος αὐτοῖς ἐπιλάμπῃ ὡς φέρειν καρπὸν ἐδώδιμον καὶ ποιῆσαι ὡς μῆλον ῃ φησιν ἐν τῷ Αισματι τῶν ᾀσμάτων ̔Ως μῆλον ἐν ξύλοις τοῦ δρυμοῦ, ουτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· μόνος γὰρ αὐτὸς ἀρχῆθεν καρποφορῶν τὴν ἀρετήν, μὴ γνοῦς μηδὲ ποιήσας τὴν ἁμαρτίαν· διὸ καὶ μεταδίδωσι τῆς ἑαυτοῦ καρποφόρου ποιότητος τοῖς συνοῦσι τοῦ δρυμοῦ ξύλοις ων ἐν μέσῳ ἐστὶ τυγχάνων μῆλον. 937 Ps 95,13cδ Ην κατώρθωσεν οἰκουμένην ἐπὶ τῷ μηκέτι κλονεῖσθαι ἐν δικαιοσύνῃ, ἐν δικαιοσύνῃ κρινεῖ ὁ ἐρχόμενος κύριος. κρινεῖ δ' ἐν ἀληθείᾳ καὶ τοὺς λαοὺς ἐν οις γέγονε τὰ θαυμάσια αὐτοῦ, οπως τῇ μὲν οἰκουμένῃ μισθὸν ὁσιότητος νέμῃ κατ' ἀξίαν κριθείσῃ, τοῖς δὲ λαοῖς γνῶσιν τελείαν ὀρέξῃ, οπως μηκέτι ἐκ μέρους γινώσκοιεν ἀλλ' αὐτοπροσώπῳ προσβάλοιεν τῷ ἀληθείᾳ τελείως αὐτὴν καὶ ἀναλαμβάνοντες καὶ θεωροῦντες.

938 Ps 96,1 Τοῦ ἱκανοῦ χειρὶ (ουτος δ' ἐστὶν ὁ πνευματικὸς ∆αυὶδ ὁ ἐκ

σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα γεγονώς) ἡ γῆ καθίσταται, παντὸς θορύβου καὶ ταράχου πολεμικοῦ ὑπ' αὐτοῦ καταλυθέντος· η καθίσταται γῆ κατάστασιν ἀναλαμβάνουσα καθὸ καρποφορεῖν ἐδέξατο σπόρον εἰς Ρ καὶ Ξ καὶ Λ, σπειράντων ἑαυτοῖς εἰς δικαιοσύνην ἐπὶ τῷ γενήματα δικαιοσύνης πληθύναι τῶν ὑπὸ ̓Ιησοῦ σπαρέντων. ∆ιὸ καὶ βασιλεύει ὁ κύριος, οὐκ ἀπὸ τοῦ μὴ βασιλεύειν καθάπαξ ἐπὶ τὸ βασιλεύειν ἐληλυθὼς ἀλλ' ἀπὸ τοῦ μὴ αρχειν τῶν ἁμαρτανόντων μετανοησάντων ηκειν ἐπὶ τὴν βασιλείαν. ἀγαλλιᾶται ουν πᾶσα ἡ γῆ, τοῦτο ποιεῖν προσταττομένη ἐπὶ τῷ τὸν κύριον πάσης αὐτῆς βεβασιλευκέναι. Πρὸς δὲ τῷ ἀγαλλιᾶσθαι τὴν ἀποδοθεῖσαν γῆν καὶ νῆσοι εὐφρανθήσονται, τουτέστιν οἱ ἐν αὐταῖς οἰκοῦντες