197
τῶν γηΐνων τούτων καὶ παραῤῥεόντων; οὐ παιδευόμεθα διὰ τῆς πείρας αὐτῶν τὴν εὐτέλειαν; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν πλουτήσαντας. Οὐχὶ ὄναρ πάντα ἐκεῖνα; οὐχὶ σκιὰ καὶ ἄνθος, οὐ ῥεῦμα παραῤῥέον; οὐχὶ διήγημα καὶ μῦθος; Ὁ δεῖνα πεπλούτηκε· καὶ ποῦ νῦν ὁ πλοῦτος; Ἀπώλετο καὶ διέφθαρται· ἀλλὰ τὰ δι' αὐτὸν ἁμαρτήματα διαμένει, καὶ ἡ διὰ τὰ ἁμαρτήματα κόλασις. Μᾶλλον δὲ, εἰ μὴ κόλασις ἦν, μηδὲ βασιλεία προὔκειτο, τὸ ὁμόφυλον καὶ τὸ ὁμογενὲς αἰδεσθῆναι ἐχρῆν, τὸ ὁμοιοπαθὲς δυσωπηθῆναι. Νῦν δὲ κύνας μὲν τρέφομεν· πολλοὶ δὲ καὶ ὀνάγρους καὶ ἄρκτους, καὶ διάφορα θηρία· ἄνθρωπον δὲ περιορῶμεν λιμῷ τηκόμενον, καὶ τιμιώτερον ἡμῖν τὸ ἀλλότριον τοῦ συγγενοῦς, καὶ ἀτιμότερον ἡμῖν τὸ οἰκεῖον τοῦ μὴ ὄντος οὐδὲ προσήκοντος. Ἀλλ' οἰκοδομεῖσθαι λαμπρὰς οἰκίας καὶ πολλοὺς ἔχειν οἰκέτας, καὶ εἰς χρυσοῦν ὄροφον κατακειμένους ὁρᾷν καλόν; Περιττὸν μὲν οὖν καὶ ἀνόνητον. Ἔστιν ἄλλα οἰκοδομήματα, λαμπρότερα πολλῷ καὶ σεμνότερα 59.269 τούτων· ἐπὶ τοῖς τοιούτοις εὐφραίνειν τοὺς ὀφθαλμοὺς ἀναγκαῖον· ὁ γὰρ κωλύσων οὐδείς. Βούλει κάλλιστον ὄροφον ἰδεῖν; Ἑσπέρας καταλαβούσης, ἴδε κατηστερισμένον τὸν οὐρανόν. Ἀλλ' οὐκ ἔστιν ἔμος ὄροφος, φησί. Καὶ μὴν οὗτος μᾶλλον σὸς, ἢ ἐκεῖνος. Καὶ γὰρ διὰ σὲ γέγονε, καὶ κοινός σοι μετὰ τῶν ἀδελφῶν ἐστιν· οὗτος δὲ οὐ σὸς, ἀλλὰ τῶν μετὰ τὴν τελευτὴν κληρονομούντων. Καὶ ὁ μὲν τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, διὰ τοῦ κάλλους πρὸς τὸν ∆ημιουργὸν παραπέμπων· οὗτος δὲ τὰ μέγιστά σε καταβλάψει, κατήγορός σου μέγιστος ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως γινόμενος, ὅταν αὐτὸς μὲν χρυσῷ περιβεβλημένος ᾖ, ὁ δὲ Χριστὸς μηδὲ ἀναγκαῖον ἔχων ἱμάτιον. Μὴ δὴ τοσαύτην ἄνοιαν ὑπομένωμεν· μηδὲ διώκωμεν τὰ φεύγοντα, καὶ φεύγωμεν τὰ μένοντα· μηδὲ προδῶμεν ἡμῶν τὴν 59.270 σωτηρίαν, ἀλλ' ἀντεχώμεθα τῆς μελλούσης ἐλπίδος· οἱ μὲν γεγηρακότες, ἅτε εἰδότες φανερῶς, ὅτι ὀλίγος ἡμῖν ὑπολείπεται τῆς ζωῆς χρόνος· οἱ δὲ νέοι, ἅτε πεπεισμένοι σαφῶς, ὅτι οὐ πολὺ τὸ λειπόμενον. Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται. Ταῦτ' οὖν εἰδότες, καὶ γυναῖκες ἄνδρας παρακαλῶμεν, καὶ ἄνδρες γυναῖκας νουθετῶμεν, καὶ νεωτέρους καὶ παρθένους διδάσκωμεν, καὶ πάντες ἀλλήλους παιδεύωμεν, τῶν μὲν παρόντων ὑπερορᾷν, τῶν δὲ μελλόντων ἐφίεσθαι, ἵνα καὶ τυχεῖν αὐτῶν δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.269 ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλι λαίᾳ· οὐ
γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία.
αʹ. Οὐδὲν φθόνου χεῖρον καὶ βασκανίας· οὕτως ὁ θάνατος εἰς τὸν κόσμον
εἰσῆλθεν. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος τὸν ἄνθρωπον τιμώμενον, οὐκ ἐνεγκὼν τὴν εὐημερίαν, πάντα ἔπραττεν ὥστε αὐτὸν ἀνελεῖν. Καὶ πανταχοῦ τῆς ῥίζης ταύτης τοῦτον ἴδοι τις ἂν τὸν καρπὸν γινόμενον. Οὕτω καὶ Ἄβελ ἐσφάγη, οὕτω καὶ ὁ ∆αυῒδ ἔμελλεν, οὕτω καὶ ἄλλοι πολλοὶ τῶν δικαίων· ἐντεῦθεν καὶ Ἰουδαῖοι χριστοκτόνοι γεγόνασι. Καὶ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγε· Μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ εἶχεν ἐξουσίαν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Τί λέγεις, ὦ μακάριε Ἰωάννη; Οὐκ εἶχεν ἐξουσίαν ὁ δυνηθεὶς πάντα ὅσα ἠθέλησεν; ὁ εἰπὼν, Τίνα ζητεῖτε, καὶ ῥίψας αὐτοὺς εἰς τὰ ὀπίσω; ὁ παρὼν καὶ μὴ ὁρώμενος, οὗτος οὐκ εἶχεν ἐξουσίαν; Πῶς δὲ καὶ ὕστερον εἰς μέσον αὐτῶν παρελθὼν, ἐν μέσῳ τῷ ἱερῷ, ἐν μέσῃ τῇ ἑορτῇ, συνόδου οὔσης, καὶ τῶν φονώντων παρόντων, διελέγετο ταῦτα, ἃ μᾶλλον αὐτοὺς παρώξυνε; Τοῦτο γοῦν καὶ ἐθαύμαζον