1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

198

ανθρωποι ητοι καὶ αἱ ἐκκλησίαι. δύνασαι δὲ καὶ τὰς τῶν βεβαίων κατ' ἀρετὴν ψυχὰς νήσους φάναι ὑπὸ τῆς τρικυμίας καὶ ζάλης τῶν παθῶν περικλυζομένας, πασχούσας δὲ ὑπ' αὐτῶν τὸ σύνολον οὐδέν. εἰς πάσας τὰς διανοίας τὰς προκειμένας λήψῃ τὸ ὑπὸ τοῦ θεοῦ λεγόμενον ̓Εγκαινίζεσθε πρός με, νῆσοι. ἀνανεωθεῖσαι γὰρ αἱ προκείμεναι νῆσοι παιδεύσει τῆς καινῆς διαθήκης δέξονται τὸν περὶ τῶν παραδοξοποιῶν τοῦ θεοῦ δυνάμεων λόγον πρὸς τῶν ἱκανῶς ἀπαγγέλλειν αὐτὸν δυναμένων, ῃ φησι τὸ πνεῦμα Τὰς ἀρετὰς αὐτοῦ (τουτέστι τοῦ θεοῦ) ἐν ταῖς νήσοις ἀπαγγελοῦσι. τούτων δ' ἁπάντων ὑπαρξάντων ταῖς νήσοις τελείως εὐφραίνεσθαι αὐτὰς συμβαίνει. 939 Ps 96,2.3 Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ-οὐ σωματικῶς· εἰ γὰρ τὰ κυκλοῦντα ειη σώματα, καὶ ὁ κυκλούμενος ειη σῶμα η σώματί γε χρώμενος· ἀλλ' ἀσώματος, μᾶλλον δὲ ὑπερέκεινα σωμάτων ὁ θεὸς καὶ ὁ μονογενὴς αὐτοῦ υἱὸς καθὸ θεὸς λόγος ἐστί. λέγει δὲ νῦν πρὸς παράστασιν τῆς ἀκαταληψίας αὐτοῦ περὶ αὐτὸν νεφέλη καὶ γνόφος ειναι· καὶ τάχα μὲν ἡ νεφέλη τοὺς ἐξ αὐτοῦ ῥέοντας ποτίμους σημαίνει λόγους, ὁ δὲ γνόφος τὴν ἀσάφειαν τῆς ἀκαταληψίας αὐτοῦ. ειρηται γοῦν καὶ πρότερον Καὶ εκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· τὸ γὰρ δυσθεώρητον, μᾶλλον δὲ ἀκατάληπτον τῷ νῷ τῶν γενητῶν τῆς πορείας αὐτοῦ καθ' ην πορεύεται δημιουργικῶς καὶ προνοητικῶς παρίσταται διὰ τοῦ Γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Εἰ δὲ περὶ τοῦ σωτῆρος κατὰ τὴν ἐνανθρώπησιν ἐκλαβεῖν ταῦτα καλῶς εχει, ἐπίστησον εἰ νεφέλη δύναται λέγεσθαι κύκλῳ αὐτοῦ τυγχάνουσα ἡ ἀνθρωπεία φύσις ἡ προσληφθεῖσα καθ' ενωσιν ἀδιαίρετον, πληρῶν τὴν λέγουσαν προφητείαν ̓Ιδοὺ κύριος κάθηται ἐπὶ κούφης νεφέλης καὶ ηξει εἰς Αιγυπτον. ηλθε γὰρ εἰς τὴν ἀλληγορικῶς καλουμένην Αιγυπτον οἰκουμένην ἐπιβὰς καὶ, ιν' ουτως ειπω, βασιλικῶς προκαθήμενος ἐπὶ κούφης νεφέλης οὐδαμῶς βάρος ἁμαρτίας ἐχούσης· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν ἐπὶ τῷ ποτίσαι διὰ ταύτης τῆς νεφέλης τὸν πάντα κόσμον. ἀλλ' ἐπεὶ ἡ ἐπίβασις τοῦ κυρίου ἡ εἰς τὴν προειρημένην νεφέλην πολὺ τὸ δυσθεώρητον εχει, εἰκότως καὶ γνόφος αμα τῇ νεφέλῃ τυγχάνει περὶ αὐτόν. ∆ικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ· πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. ἡ κατόρθωσις τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ δικαιοσύνη καὶ κρίσις ἐστίν, ἐπείπερ βασιλεύων κριτὴς δίκαιός ἐστι. συνᾴδει τούτοις τὰ ἐν Παροιμίαις ουτως εχοντα· Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. οθεν δικαίου κριτοῦ τυγχάνοντος αὐτοῦ, πῦρ προπορευόμενον αὐτοῦ φλογίζει πάντας τοὺς ἐχθροὺς αὐτοῦ. ἐχθροὶ δὲ τοῦ λόγου τῆς δικαιοσύνης οἱ ἀλόγως καὶ ἀδίκως πράττοντες ωσπερ ουν διάφοροι τῆς ἀληθείας οἱ ψευδοδοξοῦντες καὶ ψευδόμενοι· καὶ ἡ φιλία δὲ τοῦ κόσμου ἐχθροποιεῖν ειρηται θεῷ. ἐὰν ουν βουληθῇ φίλος ειναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται, τῶν τὴν ενυλον καὶ κοσμικωτέραν διαγωγὴν ἀσπαζομένων ἐχθρῶν τοῦ θεοῦ ἀποδεικνυμένων. τούτους ουν τοὺς ἐχθροὺς φλογίζει τὸ πῦρ τὸ εμπροσθεν τοῦ κυρίου προπορευόμενον, οὐκ ἀναλίσκον καὶ φθεῖρον αὐτῶν τὴν οὐσίαν (ἀθάνατος γὰρ ἡ τῆς ψυχῆς αὐτῶν ὑπόστασις) ἀλλ' ἀφανίζον τὰ περὶ αὐτοὺς παραφυέντα τῆς σαρκὸς εργα καὶ ὑλικὰ φρονήματα· οθεν ὁ σωτὴρ ευχεται ἀναφθῆναι τὸ πῦρ ο βαλεῖν ηλθεν ἐπὶ τῆς γῆς, οπως ἀναλωθῇ τὰ γήινα πάντα. οὐχ ἡγητέον δὲ τοῦτο τὸ πῦρ ὁμογενὲς ειναι τῷ τὰς καυστὰς ἀναλίσκοντι υλας ἀλλ' ἑτεροούσιον αὐτοῦ πολλῷ διαφέρον τῆς παρ' ἡμῖν φλογός. 940 Ps 96,4 Οἱ φωτεινοὶ λόγοι τῆς θείας διδασκαλίας αὐτοῦ ἀστραπῶν τρόπῳ εφαναν πάσῃ τῇ οἰκουμένῃ, καταυγάζοντες καὶ φωτίζοντες αὐτὴν ἐπὶ τῷ εχειν φῶς γνώσεως, ἀλλ' ἡ γῆ ταύτας τὰς ἀστραπὰς ἰδοῦσα κλονηθεῖσα μετέβαλεν, ἀποβαλοῦσα τὴν γεώδη ποιότητα ἐπὶ τῷ ἀναλαβεῖν τὴν εἰκόνα τοῦ ἐπουρανίου. Καὶ ἑτέρως δέ· ἐσαλεύθη ἡ γῆ ἰδοῦσα τοὺς ἀστραπαῖς ἐοικότας τοῦ θεοῦ νόμους ὡς μετατεθῆναι τοὺς ἀνθρωπίνους νόμους καὶ