199
τὰ κατάλληλα τούτοις εθη. πάντες ουν οἱ ανθρωποι τὰ σφέτερα πάτρια καταλιπόντες τῇ εὐαγγελικῇ παιδεύσει προσεληλύθασιν, ἀλλ' ἡ οἰκουμένη μὲν ἰδοῦσα τὰς ἀστραπὰς αὐτοῦ τοῦ κυρίου ἐλλάμπεται, ἡ δὲ γῆ σαλεύεται διὰ τοῦ κλόνου ἀρχὴν λαμβάνουσα πρὸς τὸ καὶ αὐτὴν οἰκουμένην χρηματίσαι, ινα φανῶσιν αὐτῇ τοιαύτῃ γεγενημένῃ αἱ θεῖαι τοῦ κυρίου ἀστραπαί. Τὰ δ' αλλα ὁμοίως. 941 Ps 96,6 Οἱ προαναφωνήσαντες τὴν ἐνταῦθα ἐπιδημίαν τοῦ σωτῆρος οντος δικαιοσύνης θεοῦ οὐρανοί εἰσι τῷ φέρειν τὴν εἰκόνα τοῦ ἐπουρανίου καὶ εχειν τὸ πολίτευμα ἐν οὐρανῷ, ἀναγγείλαντες τὴν τοῦ θεοῦ δικαιοσύνην οὐρανόθεν ἐλευσομένην. Τούτων ουτως εἰς πέρας ἠγμένων, ἠκολούθησε τὸ πάντας τοὺς λαοὺς θεάσασθαι τὴν τοῦ κυρίου δόξαν οὐκ αλλην τῆς δικαιοσύνης αὐτοῦ τυγχάνουσαν. ἀλλ' ἐπεὶ καὶ ἡ πρακτικὴ ἀρετὴ πολλαχοῦ δικαιοσύνη καλεῖται, ταύτην ἀναγγέλλειν πρακτικῶς μόνοι ισασιν οἱ οὐρανοὶ οντες ανδρες δίκαιοι· ̓Επιδεικνυμένην γὰρ πίστιν ἀναγγέλλει δίκαιος, τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζομένης. καὶ πάντες δὲ οἱ λαοὶ μιμηταὶ αὐτῶν γενόμενοι ὁρῶσι τὴν ἑπομένην ταύτῃ τῇ δικαιοσύνῃ θεοῦ δόξαν. 942 Ps 96,8 Καὶ αλλως δὲ Σιὼν νοηθήσεται πᾶσα σκοπευτικὴ καὶ θεωρητικὴ τῆς ἀληθείας εξις, θυγατέρες δὲ τῆς ̓Ιουδαίας τὰς ἐξομολογουμένας ψυχὰς ἐπ' εὐχαριστίᾳ αἰνούσας θεὸν ἐφ' οις ειδον θαυμασίοις· ̓Ιουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. δυνατὸν δὲ καὶ πάσας τὰς συγκατατιθεμένας τῇ θείᾳ γραφῇ ̓Ιουδαίᾳ καλουμένῃ θυγατέρας αὐτῆς φάναι. Ετι εἰς τὸ Ηκουσε καὶ εὐφράνθη Σιὼν τοιαῦτα ῥητέον· ὁ μετὰ συνέσεως θείων λόγων ἀκούων πάντως εὐφραίνεται, ὁρῶν τὰ κάλλη τῶν ὑπὸ τῆς διδασκαλίας θεωρημάτων δηλουμένων. εὐφρανθείσης ουν τῆς Σιὼν ἐπὶ τῷ ουτως ἀκηκοέναι, αἱ ταύτης ὑποδεέστεραι ̓Ιουδαίας θυγατέρες προσαγορευόμεναι ενεκεν τῶν τοῦ θεοῦ κριμάτων καθὰ κρινεῖ ἀγαλλίασιν θείαν εσχον, τῆς διανοίας αὐτῶν εὐλόγως ἐπαιρομένης παρουσίᾳ τοῦ ἁγίου πνεύματος. 943 Ps 96,10bξ Ει ποτε ἐπεβούλευσέ τις τῶν ὁσίων τινὶ μέχρι τῆς σώματος κακώσεως η θανάτου τὰ τῆς ἐπιθέσεως ισχυσεν, τῆς ψυχῆς ἀζημιώτου καὶ ἀμειώτου διαμεινάσης, τίς ουν οὐχ ὁμολογήσειε τοὺς τῆς ἀληθείας μάρτυρας περιφρουρεῖσθαι κατὰ τὰς ψυχὰς ὑπὸ τοῦ ὁμολογουμένου παρ' αὐτῶν κυρίου; εἰ δέ ποτε καὶ συμβαίη ἐξ ἀπροσεξίας η ὀλίγης παραβλέψεως ψυχὴν ὁσίου ὑπὸ χεῖρα τοῦ ἁμαρτωλοῦ γενέσθαι διαβόλου η τινος τῶν ἐκείνου, καὶ ταύτην ὁ κύριος ῥύσεται ὡς ἐλευθερωθεῖσαν ὑπὸ ἁμαρτιῶν, αι χεῖρες ειρηνται τοῦ ἁμαρτωλοῦ, ὑπὸ τὴν χεῖρα τοῦ θεοῦ γενέσθαι. καὶ περὶ τῶν μαθητῶν αὐτοῦ ὁσίων γεγενημένων φησὶ πρὸς τὸν πατέρα Πάτερ αγιε, τήρησον αὐτούς· ταὐτὸν δὲ τὸ τηρῆσαι τῷ φυλάξαι. 944 Ps 96,11.12a Τῷ τὴν πρακτικὴν ἀρετὴν κατορθώσαντι δικαιοσύνην καλουμένην ἀνέτειλε φῶς τῆς γνώσεως, οὐκ αλλο τυγχάνον τοῦ φωτὸς τοῦ ἀληθινοῦ περὶ ου ὁ πατὴρ ειπε Τοῖς δὲ φοβουμένοις τὸ ονομά μου ἀνατελεῖ ηλιος δικαιοσύνης. ἀναλάμψαντος δὲ τούτου τοῦ φωτὸς τῷ δικαίῳ, εὐθύτης ἐγγέγονε τῆς καρδίας· οθεν καὶ εὐφροσύνη αὐτῷ εὐθεῖαν εχοντι τὴν καρδίαν ἀνέτειλεν, εὐθειῶν κατὰ τὴν καρδίαν οντων τῶν μετεχόντων τῆς γνώσεως τῆς ἀληθείας, δικαίου δὲ τυγχάνοντος τοῦ τὴν πρακτικὴν παίδευσιν ἀσκουμένου. διὸ εἰκότως εὐφροσύνη καὶ θεία θυμηδία ἀνατέλλει τοῖς πρὸς θεωρίαν εχουσι, φῶς δὲ τῷ κατορθώσαντι τὸ ηθος. 945 Ps 96,12b Ειρηται δὲ τὰ εἰς τοῦτο ὑποπεσόντα ἐν ΚΘ ψαλμῷ τῷ κἀκεῖ τὴν προκειμένην λέξιν φέρεσθαι. 946 Ps 97,1δε ∆εξιὰ καὶ βραχίων θεοῦ διὰ πλειόνων ἀποδέδεικται ὁ σωτὴρ ειναι, κατὰ τούτου τῆς δεξιᾶς καὶ τοῦ βραχίονος κειμένων. σῴζει ουν αὐτῷ τῷ θεῷ ἡ δεξιὰ αὐτοῦ τοὺς εἰς μακαριότητα ἀγομένους. οὐ γὰρ πᾶς σῳζόμενος κυρίῳ θεῷ σῴζεται, ἀλλὰ καὶ μόνος καὶ πᾶς ὁ κακῶν καὶ παθῶν κατὰ τὸν ὀρθὸν λόγον ἀπαλλαττόμενος καὶ τὴν τῆς ἀληθείας γνῶσιν μετ' εὐσεβείας εἰληφώς. ὁ γὰρ ἐκ νόσων καὶ τραυμάτων σωθεὶς οὐ πάντως θεῷ σῴζεται, μάλιστα οτι οὐ