1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

200

ἐπίσταται ἐκ θεοῦ τὴν ὑγεῖαν αὐτῷ δεδόσθαι, ἀλλ' οὐδὲ ἐκ πολέμου η λῃστῶν η τοιουτοτρόπων κινδύνων ἀβλαβὴς διαμείνας. μόνος δὲ καὶ πᾶς ὁ ἀπὸ τοιούτων σωθεὶς θεῷ σῴζεται, οταν τὴν αἰτίαν τοῦ μηδὲν πεπονθέναι προσάπτῃ τῷ θεῷ. ἐπεὶ ουν ἐλήλυθεν ὁ σωτὴρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς ἀλλ' οὐ κρῖναι τὸν κόσμον, σῴζει τῷ θεῷ τοὺς πρὸς αὐτοῦ εὐεργετουμένους, δεξιῶς αὐτοῖς τὰ πρὸς μακαριότητα διδούς. Αγιος δὲ ὁ βραχίων ἐστὶ τοῦ θεοῦ οὐ κατὰ μετοχὴν ἁγιότητος τυγχάνων ἀλλ' ἁγίου πνεύματος ων βραχίων. καὶ τάχα δεξιὰ μὲν ἡ ἐνεργητικὴ τοῦ θεοῦ δύναμις οὐκ αλλη τοῦ θεοῦ λόγου τυγχάνουσα καλεῖται διὰ τὸ δεξιῶς τουτέστιν ἁγίως σοφῶς ἐπαινετῶς ἀμέμπτως πάντα ποιεῖν, βραχίων δὲ διὰ τὸ ἰσχυρὸν καὶ ὑπερβάλλον τῇ κραταιότητι.

947 Ps 97,2 ̔Ως δεξιὰ καὶ βραχίων θεοῦ, ουτω καὶ σωτήριον καὶ δικαιοσύνη

αὐτοῦ ὁ Χριστός. τὸ γοῦν Οψεται πᾶσα σὰρξ τὸ σωτήριον αὐτοῦ βούλεται δηλοῦν οτι πάντες οἱ ανθρωποι διὰ τοῦ σῴζεσθαι οψονται τὸ τοῦ θεοῦ σωτήριον αὐτὸν τὸν τὴν σωτηρίαν παρέχοντα Χριστόν. Ευ δὲ καὶ τὸ ̓Εγνώρισε· δυνάμενος γὰρ εἰπεῖν ̓Εφανέρωσεν η Εἰς μέσον ηγαγεν· τούτων οὐδὲν ειπεν ἀλλ' ̓Εγνώρισε. γνωρίζει δέ τις ἐκεῖνα ων ἀμυδρὰν προτέραν διάληψιν εχων υστερον ἐπὶ τὸ τελείως αὐτὰ ἐπίστασθαι ερχεται. ἐπεὶ ουν εγκειται φυσικῶς τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ωσπερ θεοῦ διάληψιν ουτω καὶ λόγου αὐτοῦ δημιουργικοῦ καὶ προνοητικοῦ μόνου χορηγοῦντος τὴν τελείαν ἀρετὴν καὶ τοὺς φύσεως νόμους τιθέντος, ταύτην δὲ τὴν τοῦ λόγου εννοιαν εἰς τοὐμφανὲς ηγαγε θεός, πέμψας ἐπ' ἐσχάτου τῶν ἡμερῶν τὸν ιδιον υἱὸν σωτῆρα εἰς τὸν κόσμον, εἰκότως ἐγνωρικέναι ἐν τοῖς εθνεσιν ὁ θεὸς τὸ ἑαυτοῦ σωτήριον ειρηται. Γνωρίσας δὲ τὸ ἑαυτοῦ σωτήριον ὁ θεὸς κατὰ τὴν τοῦ σῴζειν ἐπίνοιαν ἀπεκάλυψε καὶ τὴν δικαιοσύνην αὐτοῦ τὴν αὐτὴν ουσαν τῷ σωτηρίῳ, ὡς ειπον ἀρτίως· Γέγονε γὰρ ἡμῖν ὁ σωτὴρ ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμός. ων γὰρ ταῦτα ἁπλῶς ἐκέκρυπτο ἡμῖν· οτε δὲ ἡμῖν γέγονε προσβάλλειν αὐτῷ δυναμένοις, ἡ δικαιοσύνη ἀπεκαλύφθη ἡμῖν. Εἰ δὲ τὴν διὰ πίστεως ̓Ιησοῦ Χριστοῦ δικαιοσύνην ἐρεῖ τις ειναι περὶ ης τὸ προκείμενον, λέξει κεκαλύφθαι ταύτην τὴν δικαιοσύνην ὑπὸ τῆς εἰκονικῆς καὶ κατὰ σκιάν, ην κατὰ νόμον δικαιοσύνην ὁ Παῦλος εφη, παυσαμένης δηλονότι τῆς σκιᾶς· Χωρὶς γὰρ νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. πεφανέρωται δὲ καὶ ἀπεκαλύφθη οις ἐγνώρισεν εθνεσι τὸ σωτήριον αὐτοῦ ὁ θεός· οθεν οὐχ ὁ ̓Ιησοῦς μόνος συνθήσεται ἐν παντὶ εθνει, τοῦ φοβουμένου τὸν κύριον καὶ ἐργαζομένου δικαιοσύνην δεκτοῦ θεῷ γινομένου. ἐκ πίστεως γοῦν δικαιοῦται τὰ εθνη καὶ οὐκ ἐξ εργων νόμου, κατὰ τὸν ̓Αβραὰμ τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζομένης. 948 Ps 97,3ab ∆ιαφέρει τοῦ ̓Ιακὼβ ὁ ̓Ισραὴλ ἐπινοίᾳ ἀλλ' οὐχ ὑποστάσει· ὁ γὰρ αὐτός, ὁτὲ μὲν ̓Ιακώβ, ὁτὲ δὲ ̓Ισραήλ ἐστιν. οτε γὰρ ἀσκητὴς τυγχάνων τῆς πρακτικῆς ἀρετῆς καταπαλαίων τὰ αλογα πάθη καὶ τὰς κακίας καὶ τὰς ἐνεργούσας αὐτὰς δυνάμεις, ̓Ιακώβ ἐστι πτερνίζων τὸ προειρημένον στῖφος· οταν δὲ ἀνωτέρω πάσης μοχθηρίας γεγονὼς διὰ καθαρότητα νοῦ προσβάλλῃ τῷ θεῷ, Ἰσραὴλ προσαγορεύεται. ἐπεὶ ουν τῷ ετι ἀγωνιζομένῳ πρὸς τοὺς εἰρημένους ἀντιπάλους χρεία ἐλέου θεοῦ, τῷ δὲ πρὸς θεωρίαν ἠκονημένῳ τῆς ἀληθείας, ἁρμονίως ἐν τοῖς προκειμένοις θεὸς μνημονεύειν λέγεται τοῦ ἐλέους αὐτοῦ τῷ ̓Ιακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οικῳ ̓Ισραήλ. καὶ ἐν ̔Ιερεμίᾳ δὲ τῷ ἀρχομένῳ τῆς ἀρετῆς ἐλέου δεῖ, ὡς τὸν θεὸν λέγειν πρὸς τὸν θεοσεβοῦντα ̓Εμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου· ωσπερ γὰρ ἐλέου δεῖ τῷ ἀρχομένῳ, ουτω καὶ ἀγάπης τῷ εἰς τελειότητα ἠγμένῳ ος καὶ δύναται εἰπεῖν Εστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. οτι δὲ τοῖς διορατικοῖς κατάλληλος ἡ ἀλήθεια, ὁ σωτήρ φησι πρὸς τοὺς