200
ἐπαίρηταί τις καθ' ἡμῶν, ἡμεῖς ταπεινοὶ γινώμεθα· κἂν θρασύνηταί τις, θεραπεύσωμεν· κἂν δάκνῃ καὶ κατεσθίῃ σκώπτων καὶ κωμῳδῶν, ἡμεῖς μὴ νικώμεθα, μὴ ἀμυνόμενοι ἑαυτοῖς ἀνέλωμεν ἑαυτούς. Καὶ γὰρ θηρίον ἐστὶν ὁ θυμὸς, θηρίον ὀξὺ καὶ θερμόν. Ἐπᾴδωμεν τοίνυν ἑαυτοῖς τὰς ἀπὸ τῆς θείας Γραφῆς ἐπῳδὰς, καὶ λέγωμεν, ὅτι Γῆ εἶ καὶ σποδός· καὶ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; καὶ, ὅτι Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ· καὶ, ὅτι Ἀνὴρ θυμώδης, οὐκ εὐσχήμων. Οὐδὲν γὰρ αἰσχρότερον ὄψεως θυμουμένης, οὐδὲν δυσειδέστερον. Εἰ δὲ ὄψεως, πολλῷ μᾶλλον ψυχῆς. Καθάπερ γὰρ ἀνακυκωμένου βορβόρου δυσωδία εἴωθε γίνεσθαι· οὕτω ψυχῆς ταραττομένης ὑπὸ θυμοῦ, πολλὴ ἔσται ἡ ἀσχημοσύνη καὶ ἀηδία. Ἀλλ' οὐ φέρω, φησὶ, τὴν παρὰ τῶν ἐχθρῶν ὕβριν. Τίνος ἕνεκεν; εἰπέ. Ἂν μὲν γὰρ ἀληθὴς ᾖ, καὶ πρὸ ἐκείνου ὀφείλεις κατανύττεσθαι, καὶ χάριν ἔχειν αὐτῷ τῶν ἐλέγχων· ἂν δὲ ψευδὴς, καταφρόνησον. Εἶπε πένητα; Καταγέλασον. Εἶπε δυσγενῆ ἢ ἀνόητον; Στέναξον ὑπὲρ ἐκείνου λοιπόν. Ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Ὅταν οὖν ὑβρίσῃ, ἐννόησον τὴν κόλασιν ἣν κολάζεται, καὶ οὐ μόνον οὐχ ἕξεις ὀργὴν, ἀλλὰ καὶ δάκρυα ἀφήσεις. Οὐδὲ γὰρ πρὸς τὸν πυρέττοντά τις παροξύνεται, οὔτε πρὸς τὸν φλεγμαίνοντα, ἀλλ' ἐλεεῖ πάντας τοὺς τοιούτους καὶ δακρύει. Τοιοῦτον γάρ ἐστι ψυχὴ ὀργιζομένη. Ἀλλὰ, κἂν ἀμύνασθαι βούλῃ, σίγησον, καὶ καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν. Ἂν δὲ λοιδορίαν λοιδορίᾳ συνάψῃς, τὸ πῦρ ἀνῆψας. Ἀλλ' ἀσθένειαν καταγινώσκουσιν οἱ παρόντες, φησὶν, ἂν σιγήσωμεν. Οὐκ ἀσθένειαν καταγνώσονται, ἀλλ' ἐπὶ φιλοσοφίᾳ θαυμάσονται. Ἂν δὲ ὑβρισθεὶς δηχθῇς, ὕβρισας· δηχθεὶς δὲ, ἀναγκάζεις ἀληθῆ νομίζεσθαι τὰ λεγόμενα. ∆ιατί, εἰπέ μοι, ὁ πλούσιος γελᾷ ἀκούων πένης; ἆρ' οὐχ ὅτι μὴ σύνοιδεν ἑαυτῷ πενίαν; Οὕτω καὶ ὑμεῖς, ἂν μᾶλλον γελάσωμεν ἐπὶ ταῖς ὕβρεσι, μεγίστην ἀπόδειξιν παρέξομεν τοῦ μὴ 59.273 συνειδέναι τοῖς λεγομένοις. Ἄλλως δὲ, μέχρι πότε τὰς τῶν ἀνθρώπων δεδοίκαμεν εὐθύνας; μέχρι πότε τοῦ κοινοῦ καταφρονοῦμεν ∆εσπότου, καὶ τῇ σαρκὶ προσηλώμεθα; Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Γενώμεθα τοίνυν πνευματικοὶ, καὶ χαλινώσωμεν τὸ δεινὸν τοῦτο θηρίον. Ὀργῆς καὶ μανίας μέσον οὐδέν· ἀλλὰ πρόσκαιρός ἐστι δαίμων, μᾶλλον δὲ καὶ δαιμονῶντος χαλεπώτερον. Ὁ μὲν γὰρ δαιμονῶν, καὶ συγγνώμης ἀπολαύσειεν ἄν· ὁ δὲ ὀργιζόμενος, μυρίων ἔσται κολάσεων ἄξιος, ἑκὼν ἑαυτὸν ἐπὶ βάραθρα τῆς ἀπωλείας φέρων, καὶ πρὸ τῆς μελλούσης γεέννης ἐντεῦθεν ἤδη τὴν δίκην τιννύων, θόρυβόν τινα ἄπαυστον 59.274 καὶ ζάλην ἀσίγητον διὰ πάσης μὲν νυκτὸς, διὰ πάσης δὲ ἡμέρας ἐπεισάγων τοῖς τῆς ψυχῆς λογισμοῖς. Ἵν' οὖν καὶ τῆς ἐν τῷ παρόντι κολάσεως, καὶ τῆς ἐν τῷ μέλλοντι τιμωρίας ἑαυτοὺς ἀπαλλάξωμεν, ἐκβαλόντες τουτὶ τὸ πάθος, πραότητα πᾶσαν ἐπιδειξώμεθα καὶ ἐπιείκειαν, ἵνα καὶ ἐνταῦθα ἀνάπαυσιν εὕρωμεν τῇ ψυχῇ ἡμῶν, καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.273 ΟΜΙΛΙΑ ΜΘʹ. Ταῦτα εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ· ὡς δὲ
ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐ τὸς ἀνέβη εἰς τὴν ἑορτὴν, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ.
αʹ. Τὰ ἀνθρωπίνως ὑπὸ τοῦ Χριστοῦ οἰκονομούμενα, οὐ διὰ τοῦτο μόνον
οἰκονομεῖται, ἵνα τὴν σάρκωσιν βεβαιώσηται, ἀλλ' ἵνα καὶ ἡμᾶς παιδεύσῃ πρὸς ἀρετήν. Εἰ γὰρ πάντα ὡς Θεὸς ἔπραττε, πόθεν ἐδυνάμεθα ἡμεῖς εἰδέναι, περιπίπτοντες ἀβουλήτοις, τί χρὴ ποιεῖν; οἷόν τι λέγω· ἐν τούτῳ τε αὐτῷ ὢν τῷ