201
πεπιστευκότας αὐτῷ ̓Ιουδαίους ̓Εὰν ουν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 949 Ps 97,3c ̓Εκβάσεως τυχούσης τῆς προφητείας λεγούσης Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, λεχθήσεται Ειδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. κηρυχθέντος γὰρ τοῦ εὐαγγελίου ἐν πάσῃ τῇ ὑπ' οὐρανὸν καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς εθνεσι κατὰ τὴν τοῦ Χριστοῦ χρῃσμωδίαν, ειδε πάντα τὰ πέρατα τῆς γῆς Χριστὸν τὸ σωτήριον τοῦ θεοῦ. ειδον δὲ οὐκ οψει προσβάλλοντες ἀλλὰ πιστῇ συγκαταθέσει τῆς διδασκαλίας αὐτοῦ δι' ης φαντασίαν ειχον παρόντος· ἀλλὰ καὶ πρὸς διάνοιαν οἱ περάσαντες τὴν γῆν καὶ ἀνωτέρω αὐτῆς γεγενημένοι τῷ μὴ ὑλικὰ καὶ ἐπίγεια ετι φρονεῖν ἀλλὰ ζητεῖν καὶ φροντίζειν τὰ ανω-πέρατα γῆς οντες ειδον σωτηρίαν καὶ τὸν ταύτης αιτιον θεὸν λόγον οντα σωτήριον τοῦ θεοῦ. 950 Ps 97,4.5 Πᾶσαν τὴν γῆν, τουτέστι τοὺς ἐπὶ γῆς απαντας ἀνθρώπους προστάττει ἐπινίκιον υμνον ἀναπέμπειν τῷ κυρίῳ καθελόντι τοὺς πολεμίους τοὺς ἀοράτους ἐχθροὺς τῶν ἀνθρώπων, διάβολον καὶ τοὺς ὑπασπιστὰς αὐτοῦ. ἀλαλάζοντες δὲ αὐτῷ πάντες οἱ ἐπὶ γῆς, ψαλάτωσαν αὐτῷ καὶ ἐν κιθάρᾳ. τίς δὲ ἡ κιθάρα, πολλάκις ειπομεν, καὶ τί τὸ ψάλλειν ἐν αὐτῇ, οτι τὸ πρακτικῶς ἐστι διὰ σώματος ἐνεργεῖν τὰ τῆς ἀρετῆς η διὰ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων. ψάλλοντες δὲ ταύτῃ τῇ κιθάρᾳ καὶ ᾠδὴν προφέρεσθαι ἐντολὴν λαμβάνουσιν, ην φωνὴν ψαλμοῦ ειπεν· ἀντὶ τοῦ πρὸς τὸν ψαλμὸν τὸν διὰ τοῦ ὀργάνου πληττόμενον καὶ φωνή τις ᾀδέσθω ουσα ἡ περὶ τῶν πρακτέων θεωρία. 951 Ps 97,6a Σαλπίζουσιν ἐν ἐλαταῖς οἱ τὸν λόγον τῆς ἀληθείας λαμπρῶς καὶ διαπύρως προφέροντες. ουτοι γὰρ ἀληθῶς εἰς πνευματικὴν ἑορτὴν διεγείρειν ἱκανοί, λέγοντες ̔Η ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ος καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, τῶν πλουτούντων παντὶ λόγῳ καὶ πάσῃ γνώσει μόνων τοῦτο δυναμένων προφέρειν. σαλπίζουσι δὲ τῇ κερατίνῃ οἱ ἀπομάχεσθαι τῷ λόγῳ δυνάμενοι πρὸς σοφίσματα καὶ λόγους ἀπατηλούς. καὶ ἐπίστησον εἰ ἐξηγητὴς θείας παιδεύσεως ἐλατῇ μὲν χρᾶται σάλπιγγι διδακτικῶς καὶ ἀποδεικτικῶς προφέρων τοὺς λόγους, σάλπιγγι δὲ κερατίνῃ ἐπιστομίζων τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ. 952 Ps 97,8b.9 Καὶ οἱ τῷ φρονήματι δὲ καὶ τῇ πολιτείᾳ διῃρημένοι ορη διὰ τὸ υψος τῆς πίστεως χρηματίσαντες ἀγαλλιῶνται, οὐκ οντες ενοχοι τῇ κρίσει ῃ ηλθεν ὁ κύριος ποιῆσαι· ̔Ο πιστεύων γάρ φησιν ὁ κύριος εἰς ἐμὲ οὐ κρίνεται, τουτέστιν οὐχ ὑπόκειται ἐγκλήμασι, παρίσταται δὲ τῷ Χριστοῦ βήματι ἐπὶ τῷ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν. Κρίνων δὲ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κατ' ἐξοχὴν τοὺς οἰκειωθέντας αὐτῷ ὡς λαοὺς αὐτοῦ χρηματίσαι ἐν εὐθύτητι κρινεῖ, ἐπεὶ εὐθεῖαν καρδίαν καὶ εὐθείας πράξεις εχουσι οἱ λαοί· ̓Αποδώσει γὰρ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
953 Ps 98,2 Πρότερον ἐν τῇ Σιὼν κατὰ τὴν δόσιν τοῦ νόμου καὶ τῶν
προφητῶν μέγας ὁ κύριός ἐστιν, ειθ' ουτως ὑψηλὸς τυγχάνει ἐπὶ πάντας τοὺς ἀπὸ τῶν ἐθνῶν προσερχομένους τῇ πίστει λαούς· ∆όξα γὰρ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, ̓Ιουδαίῳ τε πρῶτον καὶ Ελληνι· ὑψωθεὶς γὰρ ἐκ τῆς γῆς πάντας ειλκυσε πρὸς ἑαυτόν. ἀμφότερα δὲ κατὰ φύσιν αὐτοῦ ὑπάρχει τὸ ὑψηλὸν καὶ μέγα. ὑψηλὸς γὰρ ἐν ὑψηλοῖς κατοικῶν ἐστι, καὶ μέγας τυγχάνει καὶ αἰνετὸς σφόδρα, τῆς γενητῆς φύσεως ταπεινῆς καὶ βραχείας, μᾶλλον δὲ οὐδὲν ουσης πρὸς αὐτόν. ὑψηλοῦ δὲ αὐτοῦ φαντασίαν εχομεν, οτε τὰ ανω φρονοῦμεν· ἀλλὰ καὶ μεγάλα περὶ αὐτοῦ διαλαμβάνοντες τὸ μέγεθος αὐτοῦ θεωροῦμεν. ἀλλ' ουτε τὸ μέγεθος ουτε τὸ υψος αἰσθητῶς φανταζόμεθα (μακρὰν γὰρ ταῦτα τῶν ἀσωμάτων), ου τι γε αὐτοῦ τοῦ θεοῦ. 954 Ps 98,3.4a Νοήσεις καὶ ουτως· μεγάλου ονομα