1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

202

μέγιστόν ἐστιν ὡς διαρκεῖν ηκειν εἰς πάντας· μόνον γὰρ τὸ τοῦ σωτῆρος ονομα δέδοται ἐν γῇ ὑπ' οὐρανὸν πάσῃ ὡς θαυμαστὸν αὐτὸ ειναι ἐν πάσῃ τῇ γῇ. πάντας γοῦν τοὺς ἀπὸ πάντων τῶν ἐθνῶν σῳζομένους Χριστιανοὺς ἀπὸ Χριστοῦ καλουμένους εστιν ἰδεῖν, περὶ ου αλλη πάλιν προφητεία Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ονομα καινὸν ο εὐλογηθήσεται ἐπὶ τῆς γῆς. παρέτεινε γὰρ ἀληθῶς εἰς πάντα τὰ λογικὰ ἡ Χριστοῦ προσηγορία, ὡς μὴ τοὺς ἐπὶ γῆς μόνους ἀλλὰ καὶ τοὺς ἐν οὐρανῷ καὶ τοὺς καταχθονίους ἐξομολογήσεσθαι τῷ ὀνόματι αὐτοῦ τῷ μεγάλῳ, ἐπείπερ τοῖς μὲν ἀποστάταις τοῦ θείου νόμου καὶ αὐτῆς τῆς ἀληθείας φοβερόν ἐστι, τυγχάνον δὲ αγιον τοῖς τυχοῦσι τῆς εὐχῆς ης ἀνέπεμψαν λέγοντες ̔Αγιασθήτω τὸ ονομά σου. Τούτου δὲ τοῦ βασιλέως Χριστοῦ ου τῷ ὀνόματι τῷ μεγάλῳ πάντες ἐξομολογήσονται ἡ τιμὴ κρίσιν ἀγαπᾷ. εἰ γὰρ οἱ παραβαίνοντες αὐτοῦ τὸν νόμον δι' αὐτοῦ τοῦ παραβαίνειν ἀτιμάζουσιν αὐτόν, οἱ κατορθοῦντες τὸν θεῖον νόμον δι' αὐτοῦ τοῦ ἐνεργεῖν κατ' αὐτὸν τιμῶσι τὸν νομοθετήσαντα αὐτὸν βασιλέα ἀγαπῶντες τὴν παρ' αὐτοῦ κρίσιν, ἐπιστάμενοι δίκαιον τὸ κρίμα αὐτοῦ, καὶ οτι τεύξονται θείων ἀμοιβῶν κατὰ τὸ βούλημα αὐτοῦ εὐσεβῶς καὶ δικαίως πολιτευσάμενοι, τῶν φαύλων οὐκ ἀγαπώντων αὐτοῦ τὴν κρίσιν, ἐπείπερ ἠτίμασαν αὐτήν. πᾶς ουν φαῦλος τὴν ἀπὸ τοῦ φωτὸς φανέρωσιν ἐντρεπόμενος μισῶν τὸ φῶς, οὐκ ερχεται πρὸς αὐτό, ινα μὴ ἐλεγχθῇ αὐτοῦ τὰ εργα, τοῦ τὴν ἀλήθειαν ποιοῦντος ἐρχομένου πρὸς τὸ φῶς, ινα φανερωθῇ αὐτοῦ τὸ εργον, οτι ἐν θεῷ ἐστιν εἰργασμένον ἐφ' ῳ καὶ τὴν κρίσιν τὴν φανεροῦσαν αὐτὸ ἀγαπᾷ. 955 Ps 98,4bc Εὐθύτητας οὐκ αλλας ἡγητέον ειναι τῶν ἀρετῶν. ταύτας ουν ̓Ιησοῦς ἡτοίμασε προκατορθώσας καὶ ἐνεργήσας αὐτάς, ιν' ἐπακολουθήσωμεν τοῖς ιχνεσιν αὐτοῦ μιμησάμενοι αὐτόν· ὑπογραμμὸν γὰρ ἀρίστου βίου ὑπέδειξεν ἡμῖν. λέγων ουν Μάθετε ἀπ' ἐμοῦ, οτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἡτοίμασεν εὐθύτητας, ιν' εὐκόλους καὶ ἑτοίμους εὑρεῖν αὐτὰς δυνηθέντες μετάσχωμεν αὐτῶν. Καὶ ἐν τῷ πτερνίζοντι δὲ πάντα τὰ πονηρὰ κρίσιν ὁ θεὸς τὴν ἐξετάζουσαν τὰ τῆς ἀληθείας πράγματα σὺν δικαιοσύνῃ ποιεῖ. καὶ δύναται μὲν τὸ τῆς δικαιοσύνης ονομα τὴν πρακτικὴν δηλοῦν ἀρετήν, τὸ δὲ τῆς κρίσεως τὴν τῶν δογμάτων ἐξέτασιν· καὶ ετι τὴν μὲν εξιν καθ' ην διακρίνεται τὸ φρονητέον καὶ μὴ φρονητέον καὶ πρακτέον καὶ οὐ πρακτέον κρίσιν ειπεν, αὐτὴν δὲ τὴν κατ' ἀρετὴν ἐνέργειαν δικαιοσύνην ἐκάλεσεν. ἀμφότερα γοῦν ὁ θεὸς ποιεῖ, τουτέστι χαρίζεται τῷ πρακτικῷ καὶ ἀσκητικῷ τῶν καλῶν σημαινομένῳ τῇ τοῦ ̓Ιακὼβ προσηγορίᾳ. 956 Ps 98,5ab ̔Υψηλὸν ποιεῖτε οὐκ ἐκ τοῦ κάτω εἰς τὰ ανω ἐπαίροντες αὐτόν (ιδιον γὰρ σωμάτων τοῦτο), ἀλλ' ὑψηλὰς καὶ ὑπερφυεῖς περὶ αὐτοῦ εχοντες νοήσεις. ὑποπόδιον δὲ αὐτοῦ ειναι δύναται ἡ προσληφθεῖσα σάρξ. οταν ουν τὰ περὶ θεοῦ λόγου ὡς περὶ μονογενοῦς υἱοῦ τοῦ θεοῦ διαλαμβάνωμεν, ὑψοῦμεν κύριον τὸν θεόν· ἀλλὰ καὶ περὶ τῆς οἰκονομίας τῆς κατὰ τὴν ἐπιδημίαν αὐτοῦ θεωροῦντες, προσκυνοῦμεν τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ διὰ τὸν ἐπερείσαντα αὐτῷ τὰς πορευτικὰς αὐτοῦ δυνάμεις ἀλληγορικώτερον πόδας καλουμένας. λέγεται δὲ ὑποπόδιον αὐτοῦ καὶ ὁ πάλαι νεώς, ὡς ἐν ̔Ιερεμίᾳ γέγραπται Πῶς ἐζόφωσε κύριος ἐν ὀργῇ αὐτοῦ τὴν θυγατέρα Σιών; κατέρριψεν εἰς γῆν τὸ ἁγίασμα αὐτῆς, οὐκ ἐμνήσθη ὑποποδίου αὐτοῦ. Τὸ μὲν ουν ἀληθῶς καὶ κυρίως προσκυνεῖν ἁρμόζει μόνῃ τῇ τριάδι· Κύριον γὰρ τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ προσκυνεῖν καὶ ὁ κύριος ̓Ιησοῦς προσκυνεῖται· Προσκυνησάτωσαν γὰρ αὐτῷ πάντες αγγελοι θεοῦ. αλλῳ δὲ τρόπῳ τιμῆς ενεκα ανθρωποι τοὺς ἐν ὑπεροχαῖς κατὰ ταύτην τὴν γραφὴν προσκυνεῖν λέγονται. πολλάκις γοῦν ἀναγέγραπται ὡς αρα τὸν βασιλέα ∆αυὶδ πολλοὶ προσεκύνησαν, ἐπεὶ καὶ τοὺς αλλους τοὺς ̓Ισραὴλ βασιλέας. 957 Ps 98,6 Οὐ περὶ μόνων τῶν ἀνδρῶν τούτων ταῦτα λέγεται, ἀλλὰ καὶ περὶ