202
ἄγων, κἀκεῖθεν ἐπιστομίσαι βουλόμενος. Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδασκαλίας, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· τὴν πονηρίαν ἐξ ἑαυτῶν ἐκβάλετε, καὶ τὴν ὀργὴν, καὶ τὸν φθόνον, καὶ τὸ μῖσος τὸ εἰκῆ πρὸς ἐμὲ γεγενημένον, καὶ οὐδὲν τὸ κωλύον ὑμᾶς γνωρίσαι, ὅτι Θεοῦ ὄντως 59.275 ἐστὶ τὰ ῥήματα τὰ ἐμά. Νῦν μὲν γὰρ ὑμῖν ταῦτα ἐπισκοτεῖ, καὶ τὴν ὀρθὴν διαφθείρει κρίσιν λάμπουσαν· ἂν δὲ ταῦτα ἐξέλητε, οὐκ ἔτι τοῦτο πείσεσθε. Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν· ἔπληξε γὰρ ἂν αὐτοὺς σφοδρῶς· πάντα δὲ ταῦτα ᾐνίξατο διὰ τοῦ εἰπεῖν, Ὁ ποιῶν τὸ θέλημα αὐτοῦ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ· τουτέστιν, Ἢ ἐγὼ ἀλλότριόν τι καὶ ξένον καὶ ἐναντίον φθέγγομαι. Τὸ γὰρ, Ἀπ' ἐμαυτοῦ, ἀεὶ ἐπὶ τοῦτο κεῖται, ὅτι οὐδὲν ἔξω τῶν αὐτῷ δοκούντων λέγω, ἀλλὰ πάντα ἃ ὁ Πατὴρ βούλεται, ταῦτα κἀγώ. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς. Τί ἐστιν, Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ; Ἐάν τις ἐραστὴς ᾖ τοῦ βίου τοῦ κατ' ἀρετὴν, εἴσεται τῶν λεγομένων τὴν δύναμιν· ἐάν τις θέλῃ προσέχειν ταῖς προφητείαις, πότερον κατ' αὐτὰς λαλῶ, ἢ οὔ. βʹ. Πῶς δὲ αὐτοῦ καὶ οὐκ αὐτοῦ; Οὐ γὰρ εἶπεν, ἡ διδασκαλία αὕτη οὐκ ἔστιν ἐμή· ἀλλὰ πρότερον εἰπὼν, ὅτι Ἐμή ἐστι, καὶ οἰκειωσάμενος αὐτὴν, τότε ἐπήγαγεν, Οὐκ ἔστιν ἐμή. Πῶς οὖν τὸ αὐτὸ δύναται εἶναι, καὶ αὐτοῦ, καὶ οὐκ αὐτοῦ; Αὐτοῦ μὲν, ὅτι ὡς μὴ διδασκόμενος ἔλεγεν· οὐκ αὐτοῦ δὲ, ὅτι τοῦ Πατρὸς ἦν ἡ διδασκαλία. Πῶς οὖν λέγει, Πάντα τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ αὐτοῦ; Εἰ γὰρ ἐπειδὴ τοῦ Πατρός ἐστι, διὰ τοῦτο οὐκ ἔστι σὴ, ψεῦδος ἐκεῖνο· διὰ τοῦτο γὰρ ὤφειλεν εἶναι σή. Ἀλλὰ τὸ, Οὐκ ἐμὴ, σφόδρα αὐτοῦ καὶ τοῦ Πατρὸς μίαν εἶναι δηλοῖ τὴν διδαχήν· ὡσανεὶ ἔλεγεν· οὐδὲν ἔχει παρηλλαγμένον, ὡς ἑτέρου οὖσα. Εἰ γὰρ καὶ ἡ ὑπόστασις ἄλλη, ἀλλ' οὕτω καὶ λέγω καὶ πράττω, ὡς μὴ νομίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα, ἀλλὰ τὸ αὐτὸ ὅπερ ὁ Πατὴρ εἶπεν ἢ ἔπραξεν. Εἶτα καὶ ἄλλον ἐπάγει συλλογισμὸν ἀναντίῤῥητον, ἀνθρώπινόν τι παράγων εἰς μέσον, καὶ ἀπὸ τῶν ἐν συνηθείᾳ παιδεύων. Τί δὲ τοῦτό ἐστιν; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. Τουτέστιν, ὁ βουλόμενος ἰδίαν τινὰ στῆσαι διδασκαλίαν, δι' οὐδὲν ἕτερον βούλεται, ἀλλ' ἢ δόξαν ἐκ τούτου καρποῦσθαι. Εἰ δὲ ἐγὼ οὐ βούλομαι καρπώσασθαι δόξαν, τίνος ἕνεκεν ἰδίαν τινὰ βούλομαι στῆσαι διδασκαλίαν; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν· τουτέστιν, ὁ ἴδιόν τι καὶ παρηλλαγμένον, διὰ τοῦτο λαλεῖ, ἵνα τὴν δόξαν αὐτοῦ στήσῃ. Εἰ δὲ ἐγὼ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶ, τίνος ἕνεκεν ἂν ἑλοίμην ἕτερα διδάσκειν; Ὁρᾷς ὅτι αἰτία τις ἦν, δι' ἣν καὶ ἐκεῖ ἔλεγε μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖν; Τίς δὲ αὕτη; Ἵνα πιστεύσωσιν, ὅτι οὐ δόξης ἐφίεται τῆς τῶν πολλῶν. ∆ιὰ τοῦτο ὅταν μὲν ταπεινὰ λέγῃ, Ἐγὼ τὴν δόξαν τοῦ Πατρὸς ζητῶ, φησί· πανταχοῦ πεῖσαι βουλόμενος αὐτοὺς, ὅτι οὐ δόξης ἐρᾷ. Τοῦ μὲν οὖν ταπεινὰ φθέγγεσθαι πολλαί εἰσιν αἰτίαι· οἷον τὸ μὴ ἀγέννητον νομισθῆναι, τὸ μὴ ἀντίθεον, τὸ σάρκα περιβεβλῆσθαι, τὸ ἀσθενὲς τῶν ἀκουόντων, τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριάζειν, καὶ μηδὲν περὶ ἑαυτῶν λέγειν μέγα. Τοῦ δὲ ὑψηλὰ φθέγγεσθαι μίαν εὕροι τις ἂν αἰτίαν, τῆς φύσεως τὸ μέγεθος. Εἰ γὰρ, ἐπειδὴ εἶπεν, Πρὸ τοῦ Ἀβραὰμ ἐγώ εἰμι, ἐσκανδαλίσθησαν, τί οὐκ ἂν ἔπαθον ἀεὶ ῥημάτων ὑψηλῶν ἀκούοντες; Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; Καὶ ποίαν ἀκολουθίαν ἔχει τοῦτο, φησὶν, ἢ τί κοινὸν πρὸς τὰ πρότερον εἰρημένα; ∆ύο ἐγκλήματα ἐπήγαγον, ἓν, ὅτι τὸ σάββατον λύει· ἄλλο, ὅτι Πατέρα ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ὅτι γὰρ οὐ τῆς ἐκείνων ὑπονοίας ἦν, ἀλλὰ τῆς αὐτοῦ γνώμης· καὶ ὅτι οὐχ ὡς οἱ πολλοὶ, ἀλλ' ἐξαιρέτως καὶ ἰδιαζόντως ἔλεγε, δῆλον ἐκεῖθεν. 59.276 Πολλοὶ πολλάκις πατέρα εἶπον τὸν Θεὸν ἑαυτῶν· οἷον, ὅτι Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ πατὴρ εἷς πάντων ἡμῶν· ἀλλ' οὐ παρὰ τοῦτο ἴσος ἦν ὁ λαὸς τῷ Θεῷ· ὅθεν οὐδὲ ἐσκανδαλίζοντο ἀκούοντες. Ὥσπερ οὖν ὅτε, Οὐκ ἔστιν ἐκ Θεοῦ, ἔλεγον, καὶ ἐθεράπευσεν αὐτοὺς πολλάκις, καὶ ὑπὲρ τῆς τοῦ σαββάτου λύσεως ἀπελογήσατο·