203
πάντων τῶν ἐχόντων τὴν αὐτὴν αὐτοῖς ἀρετήν. καὶ οτι τοῦτο ἀλήθειά ἐστιν, ἐπίστησον τοῖς ἐν τῷ ̔Ιεζεκιὴλ γεγραμμένοις· γέγονε δὲ ουτος ὁ προφήτης κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν. γέγραπται γοῦν ἐν αὐτῷ τῷ ̔Ιεζεκιήλ, λέγων ὁ θεὸς ἐν ταῖς πρὸς τὸν ̓Ισραὴλ ἀπειλαῖς ̓Εὰν ῥομφαίαν ἐπάξω ἐπὶ τῆς γῆς καὶ εὑρεθῶσιν ἐπ' αὐτῇ Νῶε καὶ ̓Ιὼβ καὶ ∆ανιήλ, ἐπὶ τούτους οὐκ εἰσελεύσεται ἡ ῥομφαία-καίτοι πρὸ μυρίων ἐτῶν γεγενημένων τῶν ἀνδρῶν ων μνημονεύει. ὁ μὲν γὰρ Νῶε πρὸ τοῦ κατακλυσμοῦ γεγένηται, ̓Ιὼβ δὲ πέμπτος ων ἀπὸ ̓Αβραὰμ πρὸ πάνυ πολλῶν ἐτῶν τῆς προφητείας ὑπῆρξε. τί ουν εχομεν περὶ τούτων εἰπεῖν η οτι τοὺς τὰς αὐτὰς ἀρετὰς εχοντας ὁμωνύμως αὐτοῖς ὠνόμασεν; εἰ δὲ τοῦτο ουτως εχει, δῆλον οτι καὶ οἱ πιστοὶ θεράποντες γενόμενοι πάντες κατὰ Μωυσέα τυγχάνουσι καὶ ἐπὶ τῶν αλλων ὁμοίως. 958 Ps 98,7 ̓Εν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. καὶ ἐντεῦθεν μανθάνομεν κατὰ τὴν γραφὴν ειναι τὸν καλούμενον συλληπτικὸν τρόπον, ος αν πλείονας ὠνόμασε τὰ τοῖς κατὰ μέρος προσόντα, ὡς περὶ πάντων ἀπαγγέλλει. μόνῳ γοῦν Μωυσῇ λαλήσαντος ἐν στύλῳ νεφέλης, περὶ πάντων αὐτὸ νῦν φθέγγεται. εὑρήσεις δὲ καὶ ἐν τῇ Πρὸς ̔Εβραίους ἐπιστολῇ σχῆμα τοιαύτης διηγήσεως. ἀπαριθμηθέντων γὰρ πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων, τὰς τῶν κατὰ μέρος πράξεις η πάθος συλλήβδην αμα λέγει περὶ πάντων ̓Επρίσθησαν ἐλιθάσθησαν, καὶ τὰ ἑξῆς. Τί δὲ βούλεται τὸ ἐν στύλῳ νεφέλης τὸν θεὸν λαλεῖν, ηδη κατανοητέον. μήποτ' ουν ἐπεὶ ὁ τοῦ θεοῦ λόγος βέβαιος καὶ ἀκλινής ἐστι, στῦλος εἰκότως καλεῖται ὡς τὴν καταδεξαμένην αὐτὸν ἐκκλησίαν στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας ειναι· ἀλλ' ἐπεὶ καὶ πότιμος καὶ καρπῶν αιτιός ἐστιν ὑετοῦ δίκην εἰς τὰς διανοίας τῶν ἀνθρώπων ἐρχόμενος, στῦλος νεφέλης ἐστι. Τάχα δὲ καὶ προεθεσπίζετο διὰ τούτου ἡ τοῦ σωτῆρος δεῦρο κάθοδος καθ' ην ἐπιβὰς κούφης νεφέλης εἰς Αιγυπτον ηκε τὸν περὶ γῆν τόπον. Τελείου δὲ ἀνδρὸς καὶ εχοντος πάσας τὰς ἀρετὰς τὸ πάντα τὰ μαρτύρια καὶ προστάγματα τοῦ θεοῦ φυλάσσειν.
959 Ps 99,2b ̓Αντίκειται τῷ ἐξελθεῖν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ τὸ
εἰσελθεῖν ἐνώπιον. ὡς τοίνυν ἐξελθὼν ὁ Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ οὐ τόπον καταλείψας ἐν ῳ τὸ πρόσωπον τοῦ θεοῦ ἐν αλλῳ τόπῳ γεγένηται ἀλλ' ερημος τῶν περὶ θεοῦ ὀρθῶν ἐννοιῶν γεγενημένος, εξω τοῦ προσώπου αὐτοῦ ἐχώρησεν, ἀπρονοησίαν καὶ ἀθεΐαν ἀσπασάμενος ὡς μηκέτι φαντασίαν η εννοιαν εχειν ἐπιφανείας θεοῦ· ουτω τὸ εἰσιέναι ἐνώπιον τοῦ κυρίου τὸ διὰ νοήσεως ἡγεῖσθαι αὐτὸν παρόντα τυγχάνειν. ὁ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν αὐτῶν θεασάμενος πάντα τὸν κόσμον ὑπερβὰς εἰς αὐτὴν τὴν περὶ θεοῦ νόησιν εἰσελήλυθεν, ὡς ἐνώπιον κυρίου διαπαντὸς ἑστάναι κατὰ τὸν λέγοντα Ζῇ κύριος τῶν δυνάμεων ῳ παρέστην ἐνώπιον αὐτοῦ. 960 Ps 99,4 Πύλαι τοῦ κυρίου αἱ κατ' ειδος ἀρεταὶ περὶ ων καὶ ἐν αλλοις ειρηται ̓Ανοίξατέ μοι πύλας δικαιοσύνης, ινα ὑπερβάντες τὰς πύλας αὐτοῦ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐν τοῖς κατὰ θεολογίαν υμνοις εἰσεληλυθότες εὐχαρίστως ἐξομολογήσωνται τῷ θεῷ.
961 Ps 100,1b ̔Ο νῦν ᾳδων πραΰνει καὶ καταστέλλει τὰ ηθη τῶν ἀκροατῶν,
διὰ τῆς ᾠδῆς κριτὴν τὸν θεὸν τῶν πραττομένων ἀνθρώποις ὑμνῶν· ειτ' ἐπεὶ ἀκριβής ἐστιν αὐτοῦ ἡ κρίσις οὐ τὰ φανερὰ μόνον ἀλλὰ καὶ τὰ κρυπτὰ τῆς καρδίας ἐξετάζουσα, σὺν χρηστῇ προθέσει ἐπάγει αὐτήν. εἰ γάρ τοι πρὸς ἀξίαν τῶν εργων καὶ λόγων καὶ ἐνθυμημάτων ἡμῶν σκοπήσαι, αρδην ἀπολώμεθα· ιν' ουν μὴ τοῦτο γένηται, πρὸ τῆς κρίσεως ἐλεεῖ· ̓Εὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε, τίς ὑποστήσεται; ἀλλ' ἐπεὶ παρὰ σοὶ ὁ ἱλασμός ἐστιν (πηγὴ γὰρ τυγχάνεις ἀγαθότητος καὶ ἐλεημοσύνης), θαρροῦμεν οτι ἐλέῳ καὶ κρίσει ἐξετάζοντός σου τὰ καθ' ἡμᾶς