203
οὕτω καὶ τοῦτο, εἰ τῆς ἐκείνων ὑποψίας ἦν, καὶ μὴ τῆς αὐτοῦ γνώμης, διώρθωσεν ἂν καὶ εἶπεν· τί με νομίζετε ἴσον τῷ Θεῷ; Οὐκ εἰμὶ ἴσος. Ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ καὶ τοὐναντίον, καὶ ἀπέδειξεν ὅτι ἴσος ἐστὶ διὰ τῶν ἑξῆς. Τὸ γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱός· καὶ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα, καὶ Τὰ ἔργα, ἃ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ταῦτα πάντα τῆς ἰσότητός ἐστι συστατικά. Καὶ περὶ τοῦ νόμου δὲ λέγει· Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας. Οὕτως οἶδε καὶ τὰς ἐν διανοίᾳ πονηρὰς ὑπονοίας ἐξελεῖν. Ἐνταῦθα δὲ τὴν τοῦ ἴσου ὑπόνοιαν οὐ μόνον οὐκ ἀναιρεῖ, ἀλλὰ καὶ βεβαιοῖ. ∆ιὸ καὶ ἀλλαχοῦ εἰπόντων αὐτῶν, ὅτι Ποιεῖς σεαυτὸν Θεὸν, οὐκ ἀνεῖλε τὴν ὑπόνοιαν, ἀλλὰ καὶ ἐβεβαίωσεν εἰπών· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, λέγει τῷ παραλυτικῷ· Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ἐκεῖνο μὲν οὖν τὸ πρότερον ἐπέτεινε, τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, δεικνὺς ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ καὶ τὰ αὐτὰ λέγει, καὶ τὰ αὐτὰ ἐκείνῳ διδάσκει· λοιπὸν πρὸς τὴν τοῦ σαββάτου λύσιν ἵσταται λέγων· Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν τηρεῖ τὸν νόμον; Ὡσανεὶ ἔλεγεν· Εἶπεν ὁ νόμος, Οὐ φονεύσεις· ὑμεῖς δὲ φονεύετε, καὶ ἐμοὶ ἐγκαλεῖτε ὡς παραβαίνοντι τὸν νόμον; ∆ιατί δὲ εἶπεν, Οὐδείς; Ὅτι πάντες ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Ἐγὼ μὲν οὖν εἰ καὶ ἔλυσα τὸν νόμον, φησὶν, ἀλλὰ ἄνθρωπον σώσας· ὑμεῖς δὲ παραβαίνετε ἐπὶ κακῷ. Τὸ ἐμὸν εἰ καὶ παράβασις ἦν, ἀλλ' ἐπὶ σωτηρίᾳ, καὶ οὐκ ἐχρῆν ὑφ' ἡμῶν τῶν τὰ μεγάλα παραβαινόντων ἐμὲ κρίνεσθαι. Τὸ γὰρ ὑμέτερον, ἀνατροπὴ τοῦ νόμου παντός. Εἶτα καὶ ἐπαγωνίζεται, καίτοι πολλὰ καὶ πάλαι διαλεχθείς· ἀλλὰ τότε μὲν ὑψηλότερον καὶ κατὰ τὴν ἀξίαν τὴν αὐτοῦ, νῦν δὲ ταπεινότερον. Τί δήποτε; Ὅτι οὐκ ἐβούλετο συνεχῶς παρακνίζειν αὐτούς. Νῦν γὰρ τὰ τῆς ὀργῆς ἐπιτέτατο, καὶ εἰς φόνον προῄεσαν. ∆ιὸ μένει, δύο τούτοις καταστέλλων αὐτούς· τῷ τε ἐλέγξαι αὐτῶν τὸ τόλμημα καὶ εἰπεῖν, Τί με ζητεῖτε ἀποκτεῖναι; καὶ τῷ μετ' ἐπιεικείας εἰπεῖν, Ἄνθρωπον, ὃς τὴν ἀλήθειαν λελάληκα, καὶ τῷ δεῖξαι ὅτι φονῶντες οὐκ εἰσὶν ἄξιοι κρίνειν ἕτερον. Σὺ δὲ ὅρα καὶ τῆς ἐρωτήσεως τὸ ταπεινὸν τῆς τοῦ Χριστοῦ, καὶ τῆς ἀποκρίσεως ἐκείνων τὸ θρασύ. ∆αιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; Ὀργῆς τὸ ῥῆμα, καὶ θυμοῦ, καὶ ψυχῆς ἀναισχυντούσης ἐπὶ τῷ παραδόξως ἐληλέγχθαι, καὶ προκαταπληττομένης αὐτῶν, ὡς ᾤοντο. Καθάπερ γὰρ λῃσταί τινες ᾄδοντες ἐπὶ ταῖς ἐπιβουλαῖς εἶτα βουλόμενοι ἀφύλακτον ἐργάσασθαι τὸν ἐπιβουλευόμενον, διὰ τῆς σιωπῆς τοῦτο ποιοῦσιν· οὕτω καὶ οὗτοι. Αὐτὸς δὲ ἀφεὶς ἐλέγξαι τοῦτο, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, πάλιν τῆς ἀπολογίας ἅπτεται τῆς ὑπὲρ τοῦ σαββάτου, ἀπὸ τοῦ νόμου συλλογιζόμενος αὐτούς. γʹ. Καὶ ὅρα πῶς συνετῶς. Οὐδὲν θαυμαστὸν, φησὶν, 59.277 εἰ ἐμοῦ παρακούετε, ὅπου γε τοῦ νόμου, οὗ δοκεῖτε ἀκούειν, καὶ ὃν νομίζετε παρὰ Μωϋσέως δεδόσθαι, παρακούετε. Οὐδὲν οὖν καινὸν, εἰ τοῖς ἐμοῖς οὐ προσέχετε λόγοις. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐδὲ οἴδαμεν πόθεν ἔστι, δείκνυσιν ὅτι καὶ εἰς ἐκεῖνον ὕβριζον· καὶ γὰρ τὸν νόμον ἐκεῖνος ἔδωκε, καὶ οὐκ ἤκουσαν. Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. Σκόπει πῶς ἔνθα ἂν ἀπολογήσασθαι δέῃ, καὶ ὡς ἔγκλημα δέχεσθαι τὸ γεγονὸς, οὐ μέμνηται τοῦ Πατρὸς, ἀλλὰ τὸ αὐτοῦ πρόσωπον εἰσάγει. Ἓν ἔργον ἐποίησα. Θέλει δεῖξαι, ὅτι τὸ μὴ ποιῆσαι, λῦσαι τὸν νόμον ἦν· καὶ ὅτι ἐστὶ πολλὰ τοῦ νόμου κυριώτερα· καὶ ὅτι ἐντολὴν ἠνέσχετο δέξασθαι Μωϋσῆς κατὰ τοῦ νόμου, καὶ τοῦ νόμου κυριωτέραν. Τοῦ γὰρ σαββάτου ἡ περιτομὴ κυριωτέρα· καίτοι οὐκ ἔστι τοῦ νόμου, ἀλλὰ τῶν πατέρων. Ἐγὼ δὲ καὶ τῆς περιτομῆς τὸ κυριώτερον ἐποίησα καὶ κρεῖττον. Εἶτα οὐ μέμνηται ἐντολῆς νομικῆς· οἷον, ὅτι οἱ ἱερεῖς τὸ σάββατον βεβηλοῦσι, καθάπερ ἤδη εἶπεν, ἀλλ' ἐκ μείζονος περιουσίας. Τὸ δὲ, Θαυμάζετε, τοῦτό ἐστι, θορυβεῖσθε, ταράττεσθε. Εἰ γὰρ ἔδει εἶναι βέβαιον τὸν νόμον, οὐκ ἂν ἡ περιτομὴ αὐτοῦ κυριωτέρα ἦν. Καὶ οὐκ εἶπεν,