1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

204

σωτηρίας τευξόμεθα. 962 Ps 100,2a Τοῦ δὲ ὀρθῶς βιοῦντος καὶ αμωμον ὁδὸν εχειν βουλομένου οὐχ ἡ πρᾶξις μόνη αμεμπτος ειναι ὀφείλει ἀλλὰ καὶ ἡ σύνεσις καὶ ἡ περὶ τὰ δόγματα γνῶσις ἠκριβωμένη. ψάλλει γάρ τις κρούων τὸ οργανον ἐμμελῶς καὶ ἐναρμονίως, οπερ ἐστὶ τὸ σῶμα καθὰ πολλάκις ειρηται, ἐπὶ τῷ ἀποτελεῖν ἀρίστους ἐνεργείας. καὶ σύνεσιν δὲ ἀναλαμβάνει, περὶ τῶν φρονητέων διανοούμενος. καὶ ἐπεὶ τέλος ἐστὶ τοῦ ἀμώμως πρᾶξαι καὶ νοῆσαι τὸ θεοῦ δέξασθαι παρουσίαν εἰς τὸν νοῦν καὶ τὴν διάνοιαν, ἐπήγαγεν εὐθὺς τὸ Πότε ηξεις πρός με; ἐπὶ γὰρ τῷ ηκειν σε πρὸς ἐμὲ καὶ οἰκῆσαι ὡς ἐν ἁγίῳ ναῷ παρ' ἐμοὶ κατώρθωταί μοι τὰ προειρημένα. ̔Ρηθείη δ' αν καὶ πρὸς τῶν προαναφωνησάντων τὴν τοῦ σωτῆρος ἐνταῦθα ἐπιδημίαν ̓Εψάλαμεν, συνήκαμεν τὰ θεσπισθέντα περὶ τῆς εἰς τὸν βίον φοιτήσεώς σου. 963 Ps 100,2b-4 Τῶν διαπορευομένων κατὰ τὰς τοῦ νοῦ ἐνεργείας, οσοι σὺν κακίᾳ κινοῦνται, ἐκτὸς ἑαυτῶν γίνονται ἐμπαθῶς τοῖς αἰσθητοῖς προσκεχηνότες. εθος γοῦν λέγειν τοὺς τοιούτους ἐκτὸς ἑαυτῶν καὶ ἐξεστηκότας ειναι. ὁ δὲ σὺν ἀκακίᾳ τουτέστι σὺν ἀρετῇ κινούμενος περὶ τὰ πρακτέα καὶ φρονητέα πρὸς ἑαυτὸν κεκλικὼς στρέφεται· ολος τοῦ νοῦ καὶ τῆς ἐπιμελείας τοῦ εσω ἀνθρώπου γινόμενος, διαπορεύεται μεθ' εξεως βελτίστης ἐν μέσῳ τοῦ οικου αὐτοῦ. οικος δ' ἑκάστου τῶν σπουδαίων ην κατορθοῦσιν ἀρετήν. ταύτῃ καὶ ὁ ̓Ιακὼβ οἰκῶν οἰκίαν μνημονεύεται, καὶ αἱ τῶν ἀφανῶν καὶ κεκρυμμένων θεωριῶν ζητητικαὶ ψυχαί, ας μαίας τῶν ̔Εβραίων ὁ λόγος καλεῖ, φοβηθεῖσαι τὸν θεὸν τὰς ἐκ τῶν ἀρετῶν συγκληρουμένας οἰκίας οἰκοδομοῦσιν· ας καὶ σοφὰς γυναῖκας καθ' ετερον λόγον καλῶν Σοφαί, ειπε, γυναῖκες ᾠκοδόμησαν οικους. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· οὐ σκοπὸν εχω καὶ προκείμενον τέλος παρανομῆσαι. καὶ ἐροῦσί γε τὸ ἐγκείμενον ̓Ιωσὴφ Σουσάννα οἱ ἐν τῇ καμίνῳ τρεῖς παῖδες καὶ οσοι εἰς τὸ τάγμα τούτων συλλέγονται· οθεν φασὶ πρὸς τοὺς πολεμοῦντας αὐτοὺς καὶ διώκοντας· Οὐκ ἐκκρούεις με ης εχω προθέσεως, καν μυρία ἐπὶ μυρίοις σοφιζόμενος λέγῃς, καν ἀναρτᾷς τιμωρίας καὶ αὐτὸν τὸν θάνατον ἀπειλῇς. Ποιοῦντας παραβάσεις ἐμίσησα. ποιοῦντας παραβάσεις λέγει τοὺς ἁμαρτάνοντας· πᾶσα γὰρ ἁμαρτία παρακοὴ καὶ παράβασις τοῦ θείου γίνεται νόμου. ἡ συνήθεια δὲ τῶν ἀδελφῶν παραβάτας καλεῖ τοὺς Χριστὸν ἀρνησαμένους ους ἐπιτεταμένως μισεῖν προσήκει ἐχθροὺς τοῦ σωτῆρος ἑλομένους ειναι· οθεν καὶ ἀκοινωνήτως εχειν πρὸς αὐτοὺς βουλόμενος ὁ λόγος φησίν ̓Εάν τις ἀδελφὸς ὀνομαζόμενος πρὸς ἑτέροις ἁμαρτήμασι καὶ εἰδωλολάτρης ῃ, τῷ τοιούτῳ μὴ συνεσθίειν. οὐ γὰρ περὶ τῶν καθάπαξ ἐθνικῶν τοῦτο ὁ ἀπόστολος γράφει, ος γε ἐν τῇ αὐτοῦ ἐπιστολῇ χαράττει Ει τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες. εἰ ουν οὐ κωλύει ἁλῶν κοινωνεῖν ἀπίστοις, ἀπαγορεύει δὲ συνεσθίειν μετὰ ὀνομαζομένου ἀδελφοῦ οντος εἰδωλολάτρου, φανερὸν οτι τὸν ἐκ χριστιανισμοῦ παραβεβηκότα ἐπὶ τῷ σέβειν ειδωλα σημαίνει. καὶ τούτους ουν τοὺς παραβάτας ποιοῦντας παραβάσεις μάλιστα μισητέον, οὐχ ῃ ανθρωποι τυγχάνουσιν ἀλλ' ῃ εἰσι τοιοῦτοι. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. γέγραπται ἐν τῷ ̓Εκκλησιαστῇ ̔Ο θεὸς ἐποίησε τὸν ανθρωπον εὐθῆ. εἰ ουν εὐθὴς γεγένηται τῷ κατ' ἀρετὴν ἀρχῆθεν πεποιῶσθαι, πᾶσα κακία καὶ σκολιότης ἠθῶν μακρὰν αὐτοῦ ἐστιν. οστις ουν διέμεινε τηρῶν τὴν εὐθύτητα καὶ τὴν πρὸς θεὸν ὁμοιότητα, ταύτην προφέρει τὴν φωνήν, δεικνὺς τὴν σκαμβὴν καὶ τὸ ὀρθὸν ἀπολέσασαν νόησιν μὴ κατάλληλον ἡμῖν ουσαν ἀλλ' εξωθέν ποθεν ἐπερχομένην, οταν ἡμεῖς αὐτὴν ἐπισπασώμεθα τὸ εὐθὺ ἀποβάλλοντες. ̓Εκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. ἐκκλίνει ὁ πονηρὸς διάβολος ἀπὸ παντὸς τηροῦντος τὸ Μὴ δίδοτε τόπον τῷ διαβόλῳ. ̓Ιούδας γοῦν ἐπεὶ μὴ ἐφυλάξατο τόπον αὐτῷ παρασχεῖν, οὐκ ἐξέκλινεν ἀπ' αὐτοῦ, ἀλλὰ πρότερον βαλὼν εἰς τὴν καρδίαν