205
αὐτοῦ ἐνθυμήσεις ἐναγεῖς, υστερον καὶ εἰς αὐτὸν ολον τὸν ̓Ιούδαν εἰσελθὼν ἐνήργει τὰ τῆς πονηρίας ἑαυτοῦ, ὡς αἰσθήσει καὶ γνώσει τὸν ̓Ιούδαν εἰδέναι συνόντα αὐτῷ τὸν πονηρόν. κατὰ γὰρ πονηρίαν καὶ αὐτὸς ὁ παραδεξάμενος τὸν πονηρὸν πεποίωται, ἀλλ' ὁ νῦν ψάλλων, καρδίαν σκαμβὴν οὐκ εχων εἰς ην ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ θεοῦ καὶ τῶν τοῦ θεοῦ ἐπεπλήρωτο ὡς μὴ εχοντα τὸν πονηρὸν τόπον παρ' αὐτῷ ἐκκλίνειν ἀπ' αὐτοῦ. ψάλλει γοῦν λέγων ̓Εκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον, τῷ μὴ αισθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι· οὐ γὰρ ἐνθύμημα η εργον τῶν αὐτοῦ εσχον παρ' ἐμοί. Τάχα δὲ καὶ τὴν εὐτέλειαν αὐτοῦ παραστῆσαι βουλόμενος τὴν τοιαύτην προσηγάγετο φωνήν, εἰωθότων τῶν μεγαλοψύχων καὶ εὐτελιζόντων τὰ ἀσθενῆ καὶ μηδὲν οντα λέγειν περὶ αὐτῶν Οὐδὲ εἰ εστιν οὐδὲ εἰ απεστιν οιδα. πονηρὸς δὲ ουτος μετὰ τοῦ αρθρου ἀεὶ ἐν τοῖς παιδεύμασι καλεῖται τῷ ὑπεραίρειν ἐν πονηρίᾳ καὶ δι' ἀπάτης ποιεῖν πονηροὺς τοὺς αὐτῷ πλησιάζοντας. 964 Ps 100,8 ̓Επεὶ κατὰ τὸ ῥητὸν τοῦτο γενέσθαι ἀμήχανον (οὐδεὶς γὰρ δυνήσεται πάσης τῆς γῆς τοὺς ἁμαρτωλοὺς ἀνελεῖν, καν πάσης αὐτῆς βασιλεὺς ῃ), ἀληθεύει δὲ ὁ τὰ προκείμενα λέγων, αλλην γῆν θεωρητέον ης πάντας τοὺς ἁμαρτωλοὺς ἀποκτέννει οὐκ αλλῳ η τῷ ἑωθινῷ καιρῷ. λέγεται τοίνυν γῆ τὸ σῶμα καὶ τὰ περὶ ἡμᾶς ὑλικὰ πάντα, ἁμαρτωλοὶ δὲ τῆς γῆς ταύτης αἱ αἰσχραὶ καὶ ἀκόλαστοι ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ τὰ αλλα πάθη. οταν ουν ἰσχύσας ὁ λογισμός, ἀνατείλαντος αὐτῷ τοῦ ἡλίου τῆς δικαιοσύνης ὡς ἡμέρας πνευματικῆς ἀρχὴν αὐτῷ γενέσθαι, τὸ τηνικαῦτα νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς πορνείαν ἀκαθαρσίαν πᾶσαν ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν ητις ἐστὶν εἰδωλολατρεία ἐρεῖ τὴν προκειμένην ἐπὶ νίκης φωνήν, οὐχ ἑαυτῷ διδοὺς τοσοῦτον τὸ ἀνῃρηκέναι τοὺς πολεμίους οσον τῷ ἀληθινῷ φωτὶ τῷ διὰ φωτισμοῦ συνεργήσαντι αὐτῷ. Ευ δὲ καὶ τὸ πληθυντικῶς τὰς πρωΐας εἰπεῖν. καθ' εκαστον γὰρ ἁμαρτωλὸν τῆς γῆς ἡμέρας αὐτῷ ἀρχομένης, ἀνῄρει τοῦτον τῷ ζῆν καὶ ἐνεργεῖν τοὺς ἁμαρτωλούς· ενθα ἀγνοίας καὶ κακίας νύξ· Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθύοντες νυκτὸς μεθύουσι. παρέρχεται δὲ καὶ τὸ τέλος· λαμβάνει αὐτὸ ἡ νύξ, ἀνατείλαντος τοῦ φωτὸς τοῦ ἀληθινοῦ. πολλάκις δ' ἀνατέλλων ἐν αὐτῷ πολλὰς πρωΐας ποιεῖ, ἐν αις καὶ ἀποκτέννει πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. ιστανται δὲ αὐτῷ οἱ φωτισμοὶ οὐ μέχρι τῶν πρωϊῶν· διὸ καὶ μετὰ τὰς πρωΐας ἡμερῶν μακρῶν καὶ πολλῶν ἀπολαύων καὶ μακροήμερος καὶ πολυήμερος εσται. καὶ περὶ αλλου ἁγίου ἐν εὐλογίας τρόπῳ λέγεται Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν. Πόλις δὲ κυρίου οντος βασιλέως μεγάλου ̔Ιερουσαλὴμ λέγεται, ἑρμηνευομένη εἰρήνης ορασις. πᾶσα ουν ψυχὴ τὸν ἐκ κακιῶν καὶ παθῶν καὶ ἀγνοίας καθαιροῦσα πόλεμον ἐν ὁράσει τῆς εἰρήνης τὰ πάντα νοῦν ὑπερεχούσης γίνεται, λαμβάνουσα χάριν καὶ εἰρήνην ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ· διὸ καὶ πόλις θεοῦ ̔Ιερουσαλὴμ χρηματίσει. ̓Εν ταύτῃ τῇ τοῦ θεοῦ πόλει τῆς γῆς οἱ ἁμαρτωλοὶ ἀνιόντες ἀνομίας ἐργάται γίνονται. τῶν γὰρ ἐν αὐτῇ κακιῶν τὰς ἀφορμὰς ἐκ τῶν τῆς σαρκὸς παθημάτων εχει ἡ ψυχή. ἐὰν ουν τις ἰσχύσῃ ἀποκτεῖναι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τὸν εἰρημένον τρόπον, ἐξολοθρεύσει ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. νεκρωμένων γὰρ τῶν μελῶν τῶν ἐπὶ γῆς ὑπωπιαζομένου καὶ δουλαγωγουμένου τοῦ σώματος, αἱ ἐκ τῆς σαρκὸς τῶν ἁμαρτημάτων ἀφορμαὶ οὐκέτι οιαί τέ εἰσιν ἐγεῖραι λογισμοὺς τῇ ψυχῇ τοὺς σπεύδοντας δι' ἡδονῆς ἀπόλαυσιν τὴν ἀνομίαν ποιεῖν.
965 Ps 101 αργ Πᾶς ὁ αἰτούμενός τι, οὐκ εχων ο αἰτεῖται ἐπὶ τῷ τυχεῖν τούτου ἐρχόμενος διὰ τῆς αἰτήσεως, πτωχός ἐστι. πᾶς ουν προσευχόμενος θεῷ ἀγαθῶν αἰτεῖται μετουσίαν, ταύτην ἐξ ἑαυτοῦ εχειν οὐ δυνάμενος· οθεν καὶ πάντες