206
πρὸς θεὸν πτωχοί. εἰ καὶ μέγας ουν ην καὶ βασιλεὺς ὁ ∆αυίδ, ἐν τοῖς ἐκ θεοῦ διδομένοις πτωχὸς ην· οθεν γνοὺς ἑαυτὸν πολλῶν η πάντων τῶν ἐκ θεοῦ χορηγουμένων λειπόμενον ἀκηδίας ἀναπίμπλαται ὡς σφόδρα ἀθυμῆσαι. ειτα μετὰ τὸ ουτως διατεθῆναι ἐκχεῖ ἐνώπιον κυρίου τὴν δέησιν αὐτοῦ, αἰτούμενος παρὰ τοῦ διδόντος τὰ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. ὁ γὰρ μὴ ταῦτα ἀλλὰ τὰ τῶν προσκαίρων αἰτῶν οὐκ εχει παρρησίαν ἐνώπιον κυρίου ἐκχεῖν τὴν δέησιν αὐτοῦ δι' ἐμπαθῆ προαίρεσιν. 966 Ps 101,2 ̔Η μὲν προσευχὴ τὴν ἱκετηρίαν δηλοῖ τὴν πρὸς τὸν θεὸν καὶ τὴν παράκλησιν, ἡ δὲ δέησις τὴν αιτησιν τὴν περὶ ων βούλεται αὐτῷ δεομένῳ παρασχεθῆναι. ταῦτα δέ ἐστι τὰ κυρίως ἀγαθὰ α καὶ τῷ θεῷ πρέπον διδόναι καὶ τοῖς αἰτοῦσι συμφέρει λαβεῖν. Ειρηται δὲ ηδη περὶ κραυγῆς τῶν ἁγίων ὑμνούντων θεὸν καὶ εὐχομένων αὐτῷ μεγαλοφώνως, οτι ἐστὶν οὐχ ἡ ἐν προφορᾷ ἀλλ' ἡ τῆς νοήσεως ἐπίτασις. 967 Ps 101,3 ̓Αποστρέφει δὲ ὁ θεὸς τὸ πρόσωπον ἀπό τινων προσευχομένων κατὰ τρόπους πλείονας ητοι τῶν αἰτουμένων μὴ παρακαλούντων λαβεῖν α πρέπει θεῷ χαρίζεσθαι καὶ αὐτοῖς λυσιτελεῖν λαβεῖν, η τῷ μὲν α ἁρμόζει θεῷ παρέχειν αἰτεῖσθαι, μὴ μὴν αὐτούς πω καιρὸν εχειν τοῦ ὠφελίμως χωρῆσαι ταῦτα· εἰσὶ δὲ καὶ οἱ ἐπὶ τῷ ἁμαρτάνειν τυχεῖν τινων ἀξιοῦντες. ὁ αγιος ουν παρακαλεῖ λέγων· Μὴ ειη τοιαῦτά με αἰτῆσαι ἐφ' οις ἀνανεύσας ἀποστρέφεις ἀπ' ἐμοῦ τὸ πρόσωπον· ευχομαι δὲ οὐχ οπως μὴ θλιβῶ (ἀδύνατον γὰρ τοῦτο) ἀλλ' οπως θλιβούμενος μὴ ἡττηθῶ καὶ οπως τῂ ἐλπίδι χαίρω ὑπομένων τὰς θλίψεις καὶ καυχώμενος ἐν αὐταῖς. ̔Η γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. 968 Ps 101,4-6 Φρύγιον ενθα εἰώθασι τὰ φρυγόμενα ἐπιτιθέναι σφόδρα πεφρυγμένῳ διὰ τὸ ἀεὶ ὑποκαίεσθαι. ἐκλείπει δὲ καπνός, πυρὸς σβεννυμένου, ὑφεστηκὼς εἰς οσον ἐνεργεῖ τὸ πῦρ ῳ αὐτός τις αρα ἀκολουθεῖ. ιν' ουν καὶ αἱ ἡμέραι μὴ ἐκλείπωσιν (οὐ γάρ μοι πρὸς καλοῦ εσται τὸ σβεσθῆναι τὸ φῶς ἀπ' ἐμοῦ τὸ ποιητικὸν τῶν ἡμερῶν μου), παράγαγε τὰ θλιβερά· εἰ γὰρ ἐπιμένοιεν, αιτια γενήσεται τῆς ἐκλείψεως τῶν ἡμερῶν μου, ἀλλὰ καὶ τὰ ὀστᾶ μου ετι μᾶλλον συμφρύξειε παραμένοντα. ειρηται δὲ πολλάκις ὀστᾶ ειναι τοῦ εσω ἀνθρώπου τὰ ευτονα τῶν δογμάτων καὶ αἱ στερρόταται τῆς ψυχῆς δυνάμεις α καὶ συμφρύγεται ὑπὸ τῆς τῶν ψυχικῶν παθῶν πυρώσεως. Ξηρανθῆναι δὲ αὐτοῦ τὴν καρδίαν φησὶν οὐδὲν ἱλαρὸν οὐδ' ἐφ' ῳ εστιν εχειν θυμηδίαν κεκτημένην. γέγονε γὰρ ἐν τοῖς προκειμένοις περιστατικοῖς τοσοῦτον ὡς μηκέθ' οιόν τε ειναι τὸν κατάλληλον καὶ ἁρμόδιον τῷ τιμιωτέρᾳ οὐσίᾳ αὐτοῦ αρτον τρέφεσθαι. τούτου γὰρ τοῦ αρτου μεταλαμβάνειν εστι μὴ περιελκόμενον μηδὲ θολούμενον ὑπὸ τῶν ἐκτός. εἰς τοσοῦτον δέ φησι μὴ τετράφθαι τοῦτον τὸν αρτον καὶ λήθην εχειν τοῦ ποτε αὐτοῦ γεγεῦσθαι. Πάνυ δὲ στενάζων διὰ τὰ παρόντα ἐπίπονα τοσοῦτον ἀφίημι ἐπιτεταμένον καὶ συνεχῆ στεναγμὸν ὡς ἐκ τῆς φωνῆς αὐτοῦ μετὰ ὀλολυγῆς γινομένης κολληθῆναι καὶ τρόπον τινὰ ἑνωθῆναι τὸ ὀστοῦν μου τῇ σαρκί μου διὰ τὴν πολλὴν προσγινομένην ξηρασίαν, ἀναποθείσης πάσης τῆς παρεσπαρμένης τῷ σώματί μου ὑγρότητος ἐκ τῆς ἐπελθούσης κακώσεως. αυτη γὰρ ἡ ὑγρότης οτε μοι παρῆν πιαίνουσα τὸ ὀστοῦν, διῄρει αὐτὸ ἀπὸ τῆς σαρκὸς τὴν μέσην σαρκὸς καὶ ὀστέων εχουσαν χώραν. 969 Ps 101,14 Οἰκτειρήσεις γὰρ τὰ πεπονθότα, ἐπεὶ θεὸς ὑπάρχεις ὁ οἰκτίρμων καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. εσται δὲ καιρός τις τούτων ἐν ῳ πληρωθήσεται τὰ περὶ τῆς Σιὼν ἐπηγγελμένα· τίς δὲ ουτος ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς ὁ τῆς ἀναστάσεως, ω κύριε; προφητεύειν δ' αὐτὸν οιμαι ἐν τούτοις τοῦ θεοῦ λόγου, αὐτοῦ δὴ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ, τὴν εἰς ἀνθρώπους θεοφάνειαν αἰτίαν ἐσομένην τῆς ἀνοικοδομῆς τῆς Σιών. ενθα δὴ γενόμενος, μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε μηδὲ τὴν ἐπίγειον ̔Ιερουσαλὴμ νόμιζε δηλοῦσθαι ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος τὴν