207
ἀνανέωσιν. 970 Ps 101,14 ∆ιὰ τί δὲ μόνης μέμνηται τῆς Σιών; οτι προηγουμένως οὐκ ἐλήλυθεν εἰ μὴ πρὸς τὰ ἀπολωλότα πρόβατα οικου ̓Ισραήλ. απαξ δὲ εἰς τὸν κόσμον ὑπὲρ τῶν ἰδίων ἐλθών (λαὸς γὰρ αὐτοῦ ἐχρημάτιζον διὰ τοὺς πατέρας), οὐδένα τῶν ἐν τῷ κόσμῳ παρόψεται, ἀλλὰ σὺν τοῖς ἰδίοις απαντα τὸν κόσμον ζωοποιήσει. 971 Ps 101,16.17 Εἰσαγομένων τὸ φοβεῖσθαι τὸ ονομα κυρίου, τελειωθέντων δὲ τὸ αὐτὸν φοβεῖσθαι τὸν δεσπότην (Οὐκ εστι γὰρ ὑστέρημα τοῖς φοβουμένοις αὐτόν), ἀμέλει καὶ τῆς θεοσεβείας ἀρχόμενοι πιστεύουσιν εἰς τὸ ονομα αὐτοῦ. μετὰ γὰρ τὴν εἰς τὴν προσηγορίαν αὐτοῦ πίστιν αὐτῷ τῷ θεῷ πιστεύουσι καὶ τῷ Χριστῷ αὐτοῦ, πίστιν εἰς δικαιοσύνην λελογισμένην καθ' ην ἐκ θεοῦ γεννηθήσεταί τις πᾶς προπιστεύων οτι ̓Ιησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται. τέλειον δὲ τὸ ἐκ θεοῦ γεγεννῆσθαι· διὸ καὶ ἀναμαρτησία επεται τῇ ἐξ αὐτοῦ γεννήσει. Τῶν δὲ ἐθνῶν φοβηθέντων τὸ ονομα κυρίου, οἱ ὑπεραναβεβηκότες τὰ εθνη, νοητῶς τυγχάνοντες βασιλεῖς τῷ ἀπολεληφέναι ἀφροσύνην ινα εἰς τὸν αἰῶνα βασιλεύσωσι, φοβοῦνται τὴν δόξαν τοῦ κυρίου πλεῖον ουσαν η τὸ ονομα αὐτοῦ, ὡς ειναι μεταξὺ τῶν φοβουμένων τὸ ονομα κυρίου καὶ τὸν κύριον αὐτὸν τοὺς φοβουμένους τὴν δόξαν αὐτοῦ βασιλεῖς κατὰ αὐτὰ βασιλεύοντας Κορινθίοις οις γράφει ὁ Παῦλος Χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ οφελόν γε ἐβασιλεύσατε, ινα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Καὶ τάχα κατὰ τὴν πρώτην ἐπιδημίαν ᾠκοδόμησε κύριος τὴν Σιών, κατὰ δὲ τὴν δευτέραν ὀφθήσεται σὺν τῇ δόξῃ αὐτοῦ. η καὶ ουτως· γενόμενος σὰρξ ὁ λόγος καὶ σκηνώσας ἐν ἡμῖν ᾠκοδόμησε τὴν ἐκκλησίαν πνευματικῶς Σιὼν ὀνομαζομένην· ὀφθήσεται δὲ ἐν τῇ δόξῃ αὐτοῦ, οταν σκηνώσαντος ἐν ἡμῖν αὐτοῦ θεασώμεθα τὴν δόξαν αὐτοῦ, ∆όξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 972 Ps 101,19b.20a ̓Εκτίσθη γὰρ τὰ εθνη πιστεύσαντα τῷ κυρίῳ κατὰ τὸ προσεληλυθέναι τῇ θεοσεβείᾳ· Ωστε γὰρ ει τις ἐν Χριστῷ, καινὴ κτίσις· καὶ ἐν αὐτῷ τῷ Χριστῷ κτίζονται οἱ δύο, ὁ ἐκ περιτομῆς καὶ ὁ ἐξ ἐθνῶν, εἰς ενα καινὸν ανθρωπον. τὸ γὰρ τῆς κτίσεως ονομα οὐκ οὐσίωσιν ἀλλ' ἀλλοίωσιν η μετασκευασμὸν σημαίνει. κατὰ τοῦτο τὸ σημαινόμενον καὶ τὸ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, λέλεκται. εἰ δὲ τοῦτο ἐπὶ πολλῶν τὸ σημαινόμενον, καὶ τὸ Κύριος εκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς τὰ εργα αὐτοῦ οὐκ οὐσίωσιν σημαίνει τοῦ λέγοντος προσώπου· οὐ γὰρ καθάπαξ ἐκτίσθη ἀλλ' εἰς ἀρχὴν ὁδῶν θεοῦ τῶν εἰς εργα αὐτοῦ· τὸ δὲ ἀρχήν τινων κτισθῆναι σχέσιν ἀλλ' οὐκ οὐσίωσιν δηλοῖ. ̔Ο ουτως ουν κτιζόμενος λαὸς αἰνέσει τὸν κύριον, εἰς γνῶσιν τοῦ ἑνὸς θεοῦ ἐρχόμενος. ευ δὲ καὶ τὸ Κτιζόμενος ειπεν· εἰ γὰρ οὐσίωσιν ἐμφῆναι ἠβούλετο, καὶ λαὸς ὁ κτισθεὶς ειπεν αν· οὐ γὰρ ἀεὶ ἐν τῷ οὐσιῶσθαι ἀλλ' ἐν τῷ μετασκευάζεσθαι καὶ ἀλλοιοῦσθαι μένειν δυνατόν. ̔Η δὲ αἰτία τοῦ κτίζεσθαι τὸν λαὸν καὶ αἰνεῖν τὸν κύριον παρίσταται ἐν τῷ Οτι ἐξέκυψεν ἐξ υψους ἁγίου αὐτοῦ. συγκαταβαίνων γὰρ ἡμῖν ἐν τῷ δούλου μορφὴν εἰληφέναι καὶ μέχρι θανάτου ἐφθακέναι ἐξέκυψεν ἐξ υψους ἁγίου αὐτοῦ, οὐδὲ τοῦ αγιος οὐδὲ τοῦ ὑψηλὸς ειναι παυσάμενος. 973 Ps 101,20b.21 ̓Ασώματος καὶ νοερὰ οὐσία, μᾶλλον δὲ ὑπὲρ ταῦτα ὁ κύριος ων, οὐκ ἐν τόπῳ ἐστὶ τοῦ ἀσωμάτου μὴ περιοριζομένου τόπῳ τῷ ἀπερίγραφον καὶ ἐκτὸς περάτων ειναι. ἐπειδὴ δὲ πρὸς ἁπάντων τῶν παρ' αὐτοῦ γινομένων καὶ διοικουμένων πεφοίτηκε τῇ δυνάμει ( ̓Εν τῷ κόσμῳ γὰρ ην, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο), διατρίβει δὲ ἐν τοῖς βελτίοσι καὶ κρείττοσι μέρεσι τοῦ κόσμου. εἰ λέγεται κατὰ τὸ ̔Ο κατοικῶν ἐν οὐρανοῖς καὶ Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, οὐχ ὡς περιεχόμενον τόποις αὐτὸν ἡγούμεθα, ἀλλὰ τίθεμεν ἀφάτῳ δυνάμει παρεῖναι αὐτὸν τοῖς αὐτοῦ εργοις· διὸ ἐν τοῖς διαφέρουσι τοῦ κόσμου μορίοις τοῖς οὐρανοῖς ειρηται ειναι. καὶ γὰρ ἡ πάντων διάνοια ταύτην πως εχει τὴν εννοιαν. ̓Επεὶ ουν τὸν εἰρημένον τρόπον ὁ θεὸς ἐν οὐρανῷ τυγχάνων ἐπιβλέπει ἐπὶ τὴν γῆν τῷ καὶ τῶν τῇδε προνοεῖσθαι πρὸς αὐτοῦ γεγενημένων, ὀρθότατα ειρηται