207
τοὺς 59.281 ἀκούοντας, ῥήματα φθέγγεται ταπεινοφροσύνης γέμοντα, ὡσανεὶ ἔλεγεν· Τί σπουδάζετέ με ἀνελεῖν καὶ διῶξαι; Μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ σπουδαζόντων με κατέχειν ἀνέξομαι. Εἶτα ἵνα μή τις θάνατον κοινὸν νομίσῃ, τὸ Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι (καὶ γὰρ τοῦτο ἐνόμισαν)· ἵν' οὖν τοῦτο μή τις νομίσῃ, καὶ ὅτι οὐδὲν ἐνήργει μετὰ τελευτὴν, ἐπήγαγε· Καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἰ δὲ ἔμελλεν ἐναπομένειν τῷ θανάτῳ, ἠδύναντο ἀπελθεῖν· ἐκεῖ γὰρ πάντες ἄπιμεν. Τὸ μὲν οὖν ἀφελέστερον πλῆθος, ἐπέκαμπτε τὰ λεγόμενα· τὸ δὲ θρασύτερον, ἐφόβει· τὸ δὲ φιλομαθέστερον, σπεύδειν ἐποίει πρὸς τὴν ἀκρόασιν, ὡς ὀλίγου λοιπὸν ὑπολειπομένου χρόνου, καὶ οὐκ ἐνὸν ἀεὶ ταύτης ἀπολαῦσαι τῆς διδασκαλίας. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐνταῦθά εἰμι, ἀλλὰ, Μεθ' ὑμῶν εἰμι· τουτέστι, Κἂν διώκητε, κἂν ἐλαύνητε, μικρὸν χρόνον οὐ παύσομαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν, καὶ τὰ πρὸς σωτηρίαν λέγων καὶ παραινῶν ὑμῖν. Καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Φοβῆσαι τοῦτο ἱκανὸν ἦν, καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν. Καὶ γὰρ ὅτι ἐν χρείᾳ αὐτοῦ καταστήσονται δηλοῖ. Ζητήσετε γάρ με, φησὶν, οὐ μόνον οὐκ ἐπιλήσεσθε, ἀλλὰ καὶ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Καὶ ποῦ ἐζήτησαν αὐτὸν οἱ Ἰουδαῖοι; Λέγει ὁ Λουκᾶς, ὅτι ἐκόπτοντο γυναῖκες ἐπ' αὐτῷ. Εἰκὸς δὲ καὶ ἄλλους πολλοὺς, καὶ εὐθέως, καὶ τῆς πόλεως ἁλισκομένης, μεμνῆσθαι τοῦ Χριστοῦ καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τὴν παρουσίαν ζητεῖν τὴν αὐτοῦ. Ταῦτα δὴ πάντα ἐπήγαγε, βουλόμενος αὐτοὺς ἐφελκύσασθαι. Καὶ γὰρ τὸ μικρὸν χρόνον εἶναι τὸν λειπόμενον, καὶ τὸ μετὰ τὴν ἀναχώρησιν ποθεινὸν ἔσεσθαι, καὶ τὸ μὴ δύνασθαι λοιπὸν αὐτὸν εὑρεῖν, ἱκανὰ πάντα πεῖσαι προσελθεῖν. Εἰ μὲν γὰρ μὴ ἔμελλε ποθεινὴ εἶναι ἡ παρουσία, οὐδὲν μέγα αὐτοῖς ἐδόκει λέγειν. Πάλιν δὲ εἰ ἔμελλε ποθεινὴ εἶναι, δυνατὸν δὲ ἦν εὑρεῖν, οὐδ' ἂν οὕτως αὐτοὺς ἐθορύβησε. δʹ. Πάλιν, εἰ πολὺν ἔμελλε χρόνον παρεῖναι, καὶ οὕτως ὕπτιοι ἂν ἐγένοντο Νῦν δὲ πάντοθεν αὐτοὺς συνελαύνει καὶ φοβεῖ. Τὸ δὲ, Ὑπάγω πρὸς τὸν πέμψαντά με, δεικνύντος ἐστὶν οὐδεμίαν αὐτῷ γενησομένην βλάβην ἀπὸ τῆς ἐπιβουλῆς τῆς αὐτῶν, καὶ τὸ πάθος ἑκούσιον. ∆ύο τοίνυν προεῖπε προῤῥήσεις, ὅτι μετὰ μικρὸν ἀπελεύσεται χρόνον, καὶ ὅτι οὐχ ἥξουσι πρὸς αὐτόν· ὅπερ οὐκ ἦν ἀνθρωπίνης διανοίας, τὴν ἑαυτοῦ τελευτὴν προειπεῖν. Ὅρα γοῦν καὶ τὸν ∆αυῒδ λέγοντα Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. Καὶ ὅλως οὐδείς ἐστιν ὁ μαθὼν τοῦτο. Ἐκ δὲ τοῦ ἑνὸς καὶ τὸ ἕτερον πιστοῦται. Ἐγὼ δὲ οἶμαι, καὶ πρὸς τοὺς ὑπηρέτας τοῦτο αἰνίττεσθαι, καὶ πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνειν, ᾧ μάλιστα αὐτοὺς ἐπεσπάσατο, δείξας ἑαυτὸν εἰδότα τῆς ἀφίξεως τὴν αἰτίαν, ὡσανεὶ ἔλεγε· περιμείνατε μικρὸν, καὶ ἀπελεύσομαι. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι; Καὶ μὴν τοὺς ἐπιθυμοῦντας ἀπαλλαγῆναι, τοὺς πάντα πράττοντας ὥστε μὴ βλέπειν αὐτὸν, οὐκ ἐχρῆν τοῦτο ζητεῖν, ἀλλ' εἰπεῖν, ὅτι Καὶ ἀσμενίζομεν, καὶ πότε γὰρ τοῦτο ἔσται; Ἀλλ' ἔπαθόν τι πρὸς τὰ λεχθέντα, καὶ ζητοῦσι πρὸς ἑαυτοὺς ἀνοήτως ὑποπτεύοντες, ποῦ μέλλει πορεύεσθαι. Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων; Τί ἐστιν, Εἰς διασπορὰν τῶν Ἑλλήνων; Οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰουδαῖοι, διὰ τὸ πανταχοῦ διεσπάρθαι, καὶ ἀδεῶς ἀλλήλοις ἐπιμίγνυσθαι. Τοῦτο δὲ καὶ αὐτοὶ λοιπὸν τὸ ὄνειδος ὑπέμειναν· διασπορὰ γὰρ ἦσαν καὶ αὐτοί. Τὸ γὰρ παλαιὸν ἅπαν τὸ ἔθνος εἰς ἓν συνείλεκτο, καὶ οὐκ ἦν ἀλλαχοῦ Ἰουδαῖον 59.282 εὑρεῖν, ἀλλ' ἢ ἐν Παλαιστίνῃ μόνῃ. Πρὸς δὲ τοῦτο διασπορὰν τοὺς Ἕλληνας ἐκάλουν, ὀνειδίζοντες καὶ μεγαλαυχοῦντες ἐφ' ἑαυτοῖς. Τί οὖν ἐστιν, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Ἐκείνοις δὲ πάντες ἐπεμίγνυντο τότε, καὶ πανταχοῦ τῆς οἰκουμένης ἦσαν Ἰουδαῖοι. Οὐκ ἂν οὖν, εἰ τοὺς Ἕλληνας ἐδήλου, εἶπεν, Ὅπου οὐ δύνασθε ἐλθεῖν. Εἰπόντες δὲ, Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι; οὐκ εἶπον, Καὶ λυμαίνεσθαι αὐτοὺς, ἀλλὰ, ∆ιδάσκειν. Οὕτως ἤδη καθυφῆκαν τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ἐπίστευσαν. Οὐκ ἂν δὲ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν