1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

208

Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. καὶ τὴν πρόφασιν δι' ην τοῦτο ποιεῖ ὁ λόγος ἐπήγαγεν εὐθὺς εἰπὼν Τοῦ ἀκοῦσαι τῶν στεναγμῶν τῶν πεπεδημένων. στενάζουσι γὰρ ἐκ μετανοίας οἱ τὰ δεσμὰ καὶ τὰς πέδας τῆς κακίας φέροντες. οτε μὲν γὰρ σὺν ἡδονῇ επραττον τὸ κακόν, κοῦφον ὑπελάμβανον αὐτὸ καὶ ἡδέως εφερον τὰς κατ' αὐτὸ πέδας· ὁπηνίκα δὲ τῶν πράξεων τῆς κακίας ἀνεχώρησαν, βαροῦνται ὑπ' αὐτῆς τῆς χειρίστης εξεως πεπεδημένοι· διὸ καὶ στενάζουσι πρὸς τὸν δυνάμενον λύειν πεπεδημένους. Λύει δὲ καὶ τοὺς υἱοὺς τῶν τεθανατωμένων ἐπιβλέπων ἐπὶ τὴν γῆν ὁ κύριος, τουτέστι τοὺς γεννηθέντας ἀπὸ τῶν πραξάντων τὴν πρὸς θάνατον ἁμαρτίαν καὶ διὰ τοῦτο ἀποτεθνηκότων. καὶ ειεν ουτοι οἱ ἀπὸ τῶν ἐθνῶν ἐρχόμενοι, ἁμαρτωλῶν καὶ δυσσεβῶν πατέρων οντες ἀπόγονοι ους καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας· ων τοὺς υἱοὺς ἐλευθερώσας τῶν ἁμαρτημάτων ελυσε τῶν πικρῶν δεσμῶν διὰ τοῦ τῆς ἀναγεννήσεως μυστηρίου. ∆υνατὸν δὲ χρήσασθαι τούτοις τοῖς δύο στίχοις πρὸς τοὺς ἐν τοῖς διωγμοῖς πεπεδημένοις διὰ τὸν Χριστοῦ λόγον καὶ τοὺς υἱοὺς τῶν διὰ μαρτυρίαν τῆς ἀληθείας τεθανατωμένων. 974 Ps 101,22 ̔Η γὰρ σκοπευτικὴ ψυχὴ Σιὼν τυγχάνουσα εξει τοὺς ἀπαγγέλλοντας αὐτῇ διδασκάλους τὸ ονομα κυρίου, ἀπαγγέλλοντας δὲ καὶ τὴν αινεσιν αὐτοῦ ἐν τῇ διὰ τὸ ὁρᾶν τὴν εἰρήνην χρηματιζούσῃ ̔Ιερουσαλὴμ διανοίᾳ. εἰ δὲ Σιὼν καὶ ̔Ιερουσαλὴμ κατηγοροῖτο τῆς ἐκκλησίας διὰ τὸ σκοπεῖν τὰ κρείττονα καὶ ὁρᾶν τὴν εἰρήνην ἐν τῷ εἱρμῷ καὶ τῇ συμφωνίᾳ τῶν δογμάτων, εἰκότως καὶ ἐν τῇ ουτως καλουμένῃ Σιὼν ἀναγγελθείη τὸ ονομα κυρίου καὶ ἡ αινεσις αὐτοῦ ἐν τῇ ουτω προσαγορευθείσῃ ̔Ιερουσαλήμ. 975 Ps 101,24.25a Τίς ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ οὐ συνεμφαίνει ἡ λέξις. μήποτ' ουν τὸν κτιζόμενον λαὸν ἐπὶ τῷ αἰνέσαι κύριον λέγει· η, οπερ μᾶλλον, τὸν ἐπὶ τῇ προγραφῇ πτωχὸν ἀκηδιῶντα καὶ ἐνώπιον κυρίου ἐκχέοντα τὴν δέησιν αὐτοῦ ἡγητέον ειναι τὸν ἀποκρινόμενον, οὐ φωνῇ καὶ προφορᾷ ἀλλ' ἐν ὁδῷ ἰσχύος αὐτοῦ ἰσχυρῶς καὶ μετ' εὐτονίας ὁδεύοντα τὴν τῶν κατ' ἀρετὴν πράξεων ὁδόν. ουτως γὰρ μόνως πραγματικῶς ἀλλ' οὐ φωνῇ εστιν ἀποκρίνασθαι θεῷ. Φησὶ δέ· ̓Επεὶ πολλὴν εχω προθυμίαν κατορθῶσαι α μοι ἐνετείλω καὶ θεωρῆσαι τὰ τῆς ἀκραιφνεστάτης σου ἀληθείας δόγματα, πολλοῦ δέ μοι χρόνου χρεία πρὸς τὸ ἐν τούτοις τελειωθῆναι, ἱκετεύω τὴν ἀγαθότητά σου ἀναγγειλαί μοι τὴν ὀλιγότητα τῶν ἡμερῶν τῶν παρεκτεινουσῶν τῇ μετὰ σαρκός μου ζωῇ, ιν' οσα δύναμαι συντόνῳ προσευχῇ ἐμαυτὸν ἐπιδιδοὺς κατορθώσω· οθεν καὶ τοῦτο ἀξιῶ Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν. ̓Εν ἡμίσει δὲ ἡμερῶν ἀνάγεται ὁ μὴ τελείως μηδὲ ὡς δεῖ ἐνταῦθα καρποφορήσας κατὰ τὴν ἀρετήν. οὐκ ἐν χρονικῷ δὲ διαστήματι τοῦτο μετρεῖται, ἐπεὶ τότε πλήρης ἡμερῶν κατὰ τὸν ̓Αβραὰμ παραλαμβάνομαι, οταν τελειωθῶ μετὰ τῆς γνώσεως τῆς ἀληθείας καὶ τῶν ἀρετῶν. τότε γὰρ ἀνάλαβέ με, οταν ἐπιλάμψαντός μοι τοῦ ἀληθινοῦ φωτὸς πασῶν ἡμερῶν πλήρης γένωμαι, πράξαντός μου ἐκεῖνα κατ' ἀρετὴν καὶ φρονήσαντος οσα ἐνδέχεται γενέσθαι παρὰ πάντα τὸν τῆς ζωῆς μου χρόνον. 976 Ps 101,26-29 Καὶ πρὸ βραχέος ἐσημειωσάμεθα ὡς πρὸς Χριστὸν εἰρημένων τῶν προκειμένων λέξεων ὑπὸ Παύλου ἐν τῇ Πρὸς ̔Εβραίους ἐπιστολῇ. ο ουν λέγει ὁ ψάλλων τοιοῦτόν ἐστι· καὶ σὺ κατ' ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, τουτέστιν αμα τῷ οὐσιωθῆναι αὐτὴν πεποίηκας συμφώνως τῷ ̓Εν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. δύναται τὸ κατ' ἀρχὰς κείμενον ἀναιρεῖν δόξαν τῶν λεγόντων πάντων τὴν γῆν στοιχεῖον ειναι, ὡς πάντα ἐξ αὐτῆς γεγονέναι οὐδενὸς προτέρου αὐτῆς οντος. φαίνεται γὰρ οὐκ ἀρχὴ ἀλλὰ κατά τινας προεπινοουμένας αὐτὰς ἀρχὰς θεμελίους αὐτῆς ὑπάρχειν. ειρηται καὶ τῷ ̓Ιὼβ ὑπ' αὐτοῦ τοῦ κυρίου ὡς θεμελιώσαντος τὴν γῆν Ποῦ ης ἐν τῷ θεμελιοῦν με τὴν γῆν; θεμελιοῦντος δὲ τοῦ κυρίου δι' ου τὰ πάντα γεγένηται τὴν γῆν, καὶ περὶ τοῦ πατρὸς λέγεται ̔Ο θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. καὶ τὸ