208
ὁ λόγος. Ἀλλὰ ταῦτα μὲν εἴρητο πρὸς ἐκείνους· δέος δὲ, μὴ καὶ πρὸς ἡμᾶς καιρὸν ἔχῃ τὰ λεγόμενα, ὅτι Ὅπου ἐστὶν, οὐ δυνάμεθα ἀπελθεῖν, διὰ τὸν βίον ἡμῶν τὸν ἁμαρτημάτων γέμοντα. Περὶ μὲν γὰρ τῶν μαθητῶν φησι, Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ· περὶ δὲ ἡμῶν δέδοικα μὴ τοὐναντίον λεχθῇ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, οὐ δύνασθε ἐλθεῖν. Ὅταν γὰρ ἐναντία τῶν προσταγμάτων πράττωμεν, πῶς δυνησόμεθα ἀπελθεῖν ἐκεῖ; Καὶ γὰρ καὶ κατὰ τὸν παρόντα βίον, εἴ τις τῶν στρατευομένων ἀνάξια πράττοι τοῦ βασιλέως, οὐ δυνήσεται τὸν βασιλέα ἰδεῖν, ἀλλὰ, τῆς ἀρχῆς παραλυθείσης, τὴν ἐσχάτην ὑποστήσεται κόλασιν. Ὅταν οὖν ἁρπάζωμεν, πλεονεκτῶμεν· ὅταν ἀδικῶμεν, πλήττωμεν· ὅταν μὴ ἐλεημοσύνην ἐργασώμεθα, οὐ δυνησόμεθα ἀπελθεῖν ἐκεῖσε, ἀλλὰ καὶ πεισόμεθα ὃ γέγονε ταῖς παρθένοις. Ὅπου γὰρ ἦν, οὐκ ἐδυνήθησαν εἰσελθεῖν, ἀλλ' ἀνεχώρησαν, σβεσθεισῶν αὐτῶν τῶν λαμπάδων· τουτέστι, τοῦ χαρίσματος αὐτὰς καταλιπόντος. Τὴν γὰρ φλόγα ἐκείνην ἣν εὐθέως ἐδεξάμεθα τῇ τοῦ Πνεύματος χάριτι, ἂν μὲν βουλώμεθα, σφοδροτέραν ἐργασόμεθα αὐτήν· ἂν δὲ μὴ βουλώμεθα, ταχέως αὐτὴν ἀπολέσομεν. Σβεσθείσης δὲ ἐκείνης, οὐδὲν ἕτερον, ἀλλ' ἢ σκότος ἐν ταῖς ἡμετέραις ἔσται ψυχαῖς. Ὥσπερ γὰρ καιομένης τῆς λαμπάδος πολὺ τὸ φῶς· οὕτω διαλυθείσης οὐδὲν ἕτερον, ἀλλ' ἢ γνόφος ἔσται. ∆ιό φησι, Τὸ πνεῦμα μὴ σβέννυτε. Σβέννυται δὲ, ὅταν ἔλαιον μὴ ἔχῃ, ὅταν ἀνέμου σφοδροτέρα τις ἐμβολὴ γένηται, ὅταν συνέχηται καὶ στενοχωρῆται (καὶ γὰρ οὕτω σβέννυται πῦρ)· συνέχεται δὲ ὑπὸ φροντίδων βιωτικῶν, καὶ σβέννυται ὑπὸ ἐπιθυμίας πονηρᾶς. Οὐδὲν δὲ αὐτὴν πρὸς τοῖς εἰρημένοις οὕτω σβέννυσιν, ὡς ἀπανθρωπία, καὶ ὠμότης, καὶ ἁρπαγή. Ὅταν γὰρ τῷ ἔλαιον μὴ ἔχειν, καὶ ὕδωρ ἐπεμβάλωμεν ψυχρόν· τοῦτο γάρ ἐστιν ἡ πλεονεξία, ἀποψύχουσα διὰ τῆς ἀθυμίας τῶν ἀδικουμένων τὰς ψυχάς· πόθεν δυνήσεται ἀναφθῆναι λοιπόν; Ἀπελευσόμεθα τοίνυν τέφραν τε καὶ κόνιν φέροντες, καὶ πολὺν ἔχοντες τὸν καπνὸν κατηγοροῦντα ἡμῶν, ὅτι λαμπάδας ἔχοντες ἀπεσβέσαμεν. Ἔνθα γὰρ ἂν ᾖ καπνὸς, ἀνάγκη πῦρ εἶναι τὸ σβεσθέν. Ἀλλὰ μὴ γένοιτό τινα ταύτην ἀκοῦσαι τὴν φωνὴν τὴν, Οὐκ οἶδα ὑμᾶς. Πόθεν δὲ ταύτην ἔστιν ἀκοῦσαι τὴν φωνὴν, ἢ ὅταν πένητα ἰδόντες, ὡς οὐκ ἰδόντες αὐτὸν διακεώμεθα; Ὅταν ἡμεῖς ἀγνοῶμεν τὸν πεινῶντα Χριστὸν, ἀγνοήσει ἡμᾶς καὶ αὐτὸς ἐλέου δεομένους· καὶ δικαίως. Ὁ γὰρ περιιδὼν τὸν θλιβόμενον, καὶ μὴ δοὺς ἐκ τῶν αὐτοῦ, πῶς ζητήσει λαβεῖν ἐκ τῶν οὐκ αὐτοῦ; ∆ιὸ, παρακαλῶ, πάντα ποιῶμεν, καὶ πραγματευώμεθα, ὥστε μὴ ἐκλιπεῖν ἡμᾶς τὸ ἔλαιον, ἀλλὰ κοσμῆσαι τὰς λαμπάδας, καὶ συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν νυμφῶνα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.283 ΟΜΙΛΙΑ ΝΑʹ. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ, τῇ μεγάλῃ τῆς ἑορτῆς,
εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς
κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. αʹ. Τοὺς προσιόντας τῷ θείῳ κηρύγματι, καὶ τῇ πίστει προσέχοντας, τὸν τῶν
διψώντων ἔρωτα ἐπιδείκνυσθαι χρὴ, καὶ τοσαύτην ἀνάπτειν ἐπιθυμίαν ἐν ἑαυτοῖς. Οὕτω γὰρ δυνήσονται καὶ τὰ λεγόμενα μετὰ πολλῆς κατασχεῖν τῆς φυλακῆς. Καὶ γὰρ οἱ διψῶντες, ἐπειδὰν κύλικα λάβωσι, μετὰ πολλῆς αὐτὴν ἕλκουσι τῆς προθυμίας, καὶ τότε διαναπαύονται. Οὕτω τοίνυν καὶ οἱ τῶν θείων ἀκούοντες λογίων, εἰ διψῶντες προσλάβοιεν, οὐδέποτε καμοῦνται ἕως ἂν ἐκπίωσιν. Ὅτι γὰρ ἀεὶ χρὴ διψᾷν καὶ πεινῇν· Μακάριοι, φησὶν, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Καὶ ἐνταῦθά