1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

209

εἰρημένον δὲ περὶ θεοῦ Κρεμάζων γῆν ἐπ' οὐδενὸς ἐμφαίνει τὴν ἐν τῷ μεσαιτάτῳ τοῦ παντὸς χώραν αὐτὴν ἐσχηκέναι. ̓Αλλὰ πρὸς τῷ θεμελιῶσαί σε τὴν γῆν καὶ οἱ οὐρανοὶ εργα τῶν χειρῶν σού εἰσι, τῶν ἐνεργητικῶν σου δυνάμεων χειρῶν ὀνομαζομένων. ἐπεὶ γὰρ τῶν παρ' ἡμῖν τεχνιτῶν χερσὶν ἐργαζομένων τὰ εργα παρίστησι γνησίως αὐτοὺς ταῦτα πεποιηκέναι, τὸ κυρίως εργα τοῦ θεοῦ τὰ κτίσματα ειναι παρίσταται διὰ τὸ χειρῶν αὐτοῦ εργα λέγεσθαι. Τῶν δὲ κτισμάτων ἀλλοιουμένων διὰ τὸ παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου, σὺ διαμένεις ὡσαύτως οὐ πεφυκὼς ἀλλοιοῦσθαι η μεταβάλλεσθαι. κτισμάτων γὰρ ιδιον τοῦτο τὸ καὶ τὴν οὐσίωσιν αὐτοῖς ἀπὸ τροπῆς ηρχθαι. ̔Εξῆς γοῦν φησι τὸ Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, παλαιουμένων πάντων τῶν ὑπὸ χρείαν. τὰ γὰρ χρονικὴν ἀρχὴν ἐν τῷ γίνεσθαι λαβόντα, πολλοῦ χρόνου παρατρέχοντος, παλαιοῦται. ἀλλ' ορα μὴ ἀπατηθῇς περὶ θεοῦ ἀκούων ἐν ∆ανιὴλ τὸ Παλαιὸς ἡμερῶν. ἐνταῦθα γὰρ οὐ τὸ πεπαλαιῶσθαι δηλοῖ ἐκ πλήθους ἡμερῶν ἀλλὰ τὸ ἀρχαῖος καὶ παλαιὸς τῶν ἡμερῶν ειναι· ὡς ισον τὸ ἐν Ψαλμοῖς δύναται τὸ φάσκον ̔Ο ὑπάρχων πρὸ τῶν αἰώνων, ουτω καὶ Πρὸ τῶν ἡμερῶν τουτέστι πρὸ παντὸς χρόνου παλαιὸς καὶ ἀρχαῖός ἐστι. τῶν οὐρανῶν δὲ ἡ παλαιότης οὐ τὸ πρὸ χρόνου ἀλλ' ἐν χρόνῳ αὐτοὺς ειναι δηλοῖ. ουτοι δὲ ὡς ἱμάτιον παλαιούμενοι ἑλιγήσονται καὶ ὡς περιβόλαιον ὑπὸ τοῦ αὐτοὺς πεποιηκότος ἑλιγήσονται ἐπὶ τῷ ἀλλαγῆναι καὶ μεταστοιχειωθῆναι. τὸ δὲ παλαιοῦσθαι καὶ ἑλίσσεσθαι αὐτοὺς σημαίνει παρεληλυθέναι τὴν χρείαν καθ' ην συνέβαλλον τὸ τῇ παρούσῃ διακοσμήσει. ὡς γὰρ τὸ περιβόλαιον ἑλίσσεται μετὰ τὸ πληρῶσαι τὴν χρείαν, ουτως ἐπεὶ καὶ τῶν οὐρανῶν αμα τῇ γῇ πάλιν ἀναστοιχείωσις εσται μετὰ τὸ παρελθεῖν αὐτὰ κατὰ τὸν λέγοντα σωτῆρα ̔Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, εἰκότως ειρηνται ὡσεὶ περιβόλαιον ἑλίσσεσθαι. Τῇ ἑλιγῇ γοῦν αὐτῶν ἐπιφέρεται τὸ Καὶ ἀλλαγήσονται. καὶ ἐν ̔Ησαΐᾳ δὲ ειρηται ̔Ελιγήσεται ὁ οὐρανὸς ὡς βίβλιον. Τούτων δέ, φησὶν ἐν ταυτότητι, μὴ μενόντων ἐπιλείψει τὰ ετη ποτέ. σοῦ δέ, ω δέσποτα, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως εχοντος ουτε ηρξατο ουτε ἐπιλείψει τὰ ετη· ̓Εν γενεᾷ γὰρ καὶ γενεᾷ τὰ ετη σου. ἀλλ' ορα μὴ χρονικῶς ἐκλαβεῖν τὰ ετη θελήσεις· αχρονος γὰρ περὶ ου ταῦτα λέγεται. μὴ ἐκλείπειν δὲ αὐτοῦ ειπε τὰ ετη τῷ ἐπ' απειρον τὴν υπαρξιν αὐτοῦ μένειν ἀφθάρτου οντος καὶ μόνου ἀθανασίαν εχοντος. Υἱοὺς δὲ δούλων τοῦ θεοῦ οὐ πάντως κατὰ σάρκα δεῖ λαβεῖν ἀλλὰ κατὰ παίδευσιν καὶ μίμησιν πολιτείας. ταύτῃ γὰρ καὶ υἱοὶ τῶν προφητῶν τινες ἐκαλοῦντο τῷ κατὰ προφητικὴν εξιν ισως γεγενῆσθαι παρ' αὐτῶν. καὶ Παῦλος γοῦν Χριστοῦ δοῦλος ων υἱοὺς ειχε Σιλουανὸν καὶ Τιμόθεον καὶ τοὺς τούτοις παραπλησίους. Σπέρμα δὲ αὐτῶν τούτων οἱ πρὸς αὐτῶν ὠφελούμενοι ἐτύγχανον. κατασκηνώσουσιν ουν σὺν Παύλῳ ἐν ταῖς σκηναῖς ταῖς ἐπουρανίαις οἱ προειρημένοι αὐτοῦ παῖδες, αμα αὐτοῖς καὶ τοῦ σπέρματος αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνομένων.

977 Ps 102,1bc Αλλοι δέ φασιν τὸν σύνθετον ανθρωπον πολλάκις ὡς περὶ

αλλων ἑαυτοῦ λέγειν ̔Η ψυχή μου Τὸ σῶμά μου. καὶ Παῦλος γοῦν οιδε τὴν χρῆσιν ταύτην, οπου μὲν λέγων ̓Εγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, οπου δὲ ὑπωπιάζων Τὸ σῶμά μου. φασὶ δὲ ουτως ἐκλαμβάνοντες ωσπερ λέγομεν δῆμον καὶ αρχοντας καὶ ἐπιμελητὰς τῆς πόλεως οὐ πάντῃ ἑτέρους οντας αὐτῆς (ἐξ αὐτῶν γὰρ συμπληροῦται), ἀλλ' οτι εκαστον τάγμα αλλο τῆς ολης πόλεώς ἐστιν (οὐ γὰρ οἱ αρχοντες μόνοι ἡ πόλις οὐδὲ ἰδίᾳ οἱ βουληταὶ αὐτῆς οὐδ' αυ ὁ δῆμος καθ' ἑαυτόν), τῷ αμα πάντας τὴν πόλιν ειναι-ουτως, εἰ καὶ μὴ αλλος ὁ σύνθετος ανθρωπος παρὰ τὴν ψυχὴν καὶ τὸ σῶμα (ἐξ αὐτῶν γὰρ τούτων συντέθειται), ἀλλά γε τοῦ ολου ἡ ψυχὴ λέγεται ὡς αλλη αὐτοῦ. ̓Ασύνθετος ουν