209
φησιν ὁ Χριστός· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδένα ἀνάγκῃ καὶ βίᾳ ἐφέλκομαι· ἀλλ' εἴ τις ἔχει προθυμίαν πολλὴν, εἴ τις ἐκκαίεται τῷ πόθῳ, τοῦτον ἐγὼ καλῶ. Τίνος δὲ ἕνεκεν ἐπεσημήνατο ὁ εὐαγγελιστὴς, ὅτι Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ; Καὶ γὰρ ἡ πρώτη καὶ ἡ τελευταία μεγάλη ἦν· τὰς γὰρ μεταξὺ μᾶλλον εἰς τρυφὴν ἀνήλισκον. Τίνος οὖν ἕνεκεν Ἐν τῇ ἐσχάτῃ λέγει; Ὅτι ἐν αὐτῇ πάντες ἦσαν συγκεκροτημένοι. Τῇ μὲν γὰρ πρώτῃ οὐ παρεγένετο, καὶ τὴν αἰτίαν εἶπε πρὸς τοὺς ἀδελφούς. Ἀλλ' οὐδὲ ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ τι τοιοῦτον λέγει, ὥστε μὴ ἐκλυθῆναι τὰ λεγόμενα, μελλόντων αὐτῶν εἰς τρυφὴν ἰέναι. Τῇ δὲ ἐσχάτῃ, ὅτε ἀνεχώρουν οἴκαδε, ἐφόδια αὐτοῖς δίδωσι πρὸς σωτηρίαν, καὶ κράζει· τοῦτο μὲν, τὴν παῤῥησίαν αὐτοῦ ἐμφαίνων· τοῦτο δὲ, διὰ τὸν πολὺν ὄχλον, καὶ δηλῶν ὅτι περὶ τοῦ νοητοῦ διελέγετο πόματος, ἐπάγει· Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Κοιλίαν ἐνταῦθα τὴν καρδίαν φησὶ, καθάπερ καὶ ἀλλαχοῦ φησι· Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. Καὶ ποῦ εἶπεν ἡ Γραφὴ, ὅτι Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος; Οὐδαμοῦ. Τί οὖν ἐστιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή; Ἐνταῦθα ὑποστίξαι δεῖ, ἵνα ᾖ τὸ Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι, τῆς αὐτοῦ ἀποφάσεως. Ἐπειδὴ γὰρ ἔλεγον πολλοὶ, Οὗτός ἐστιν ὁ Χριστός· καὶ, Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει; δείκνυσιν, ὅτι διωρθωμένην δεῖ τὴν γνῶσιν ἔχειν, καὶ οὐκ ἀπὸ τῶν σημείων οὕτως, ὡς ἀπὸ τῶν Γραφῶν πιστεύεσθαι. Πολλοὶ γοῦν αὐτὸν καὶ θαυματουργοῦντα ἰδόντες, οὐχ ὡς Χριστὸν ἐδέχοντο· ἔμελλον δὲ λέγειν, ὅτι Οὐχὶ αἱ Γραφαὶ λέγουσιν, ὅτι ὁ Χριστὸς ἀπὸ τοῦ σπέρματος τοῦ ∆αυῒδ ἔρχεται; Καὶ ταῦτα ἄνω καὶ κάτω ἔστρεφε, δεῖξαι βουλόμενος, ὅτι οὐ φεύγει τὴν διὰ τούτων ἀπόδειξιν, πάλιν αὐτοὺς εἰς τὰς Γραφὰς παραπέμπει. Καὶ γὰρ ἄνω ἔλεγεν, Ἐρευνᾶτε τὰς Γραφάς· καὶ πάλιν, Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Μωϋσῆς ὑμῶν κατηγορεῖ· καὶ ἐνταῦθα, Καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι, τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος. Ὅπερ ἀλλαχοῦ φησι· Πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· τουτέστι, πολλὴν ἕξει χάριν. Ἀλλαχοῦ μὲν οὖν, Ζωὴν αἰώνιον, λέγει· ἐνταῦθα δὲ, 59.284 Ὕδωρ ζῶν. Ζῶν δὲ λέγει τὸ ἐνεργοῦν ἀεί. Ἡ γὰρ τοῦ Πνεύματος χάρις, ἐπειδὰν εἰς διάνοιαν εἰσέλθῃ καὶ ἱδρυνθῇ, πάσης πηγῆς μᾶλλον ἀναβλύζει, καὶ οὐ διαλιμπάνει, οὐδὲ κενοῦται, οὐδ' ἵσταται. Ὁμοῦ τοίνυν καὶ τὸ ἀνελλιπὲς τῆς χορηγίας δηλῶν, καὶ τὸ ἄφατον τῆς ἐνεργείας, πηγὴν καὶ ποταμοὺς ἐκάλεσεν, οὐχ ἕνα ποταμὸν, ἀλλὰ ἀφάτους· καὶ ἐκεῖ δὲ, τὴν πλημμύραν διὰ τοῦ ἅλλεσθαι παρέστησε. Καὶ ἴδοι τις ἂν τὸ λεγόμενον σαφῶς, εἰ τὴν σοφίαν τοῦ Στεφάνου, εἰ τὴν Πέτρου γλῶτταν, καὶ τὴν Παύλου ῥύμην ἐννοήσειε, πῶς οὐδὲν αὐτοὺς ἔφερεν, οὐδὲν ὑφίστατο· οὐ δήμων θυμὸς, οὐ τυράννων ἐπαναστάσεις, οὐ δαιμόνων ἐπιβουλαὶ, οὐ θάνατοι καθημερινοί· ἀλλ' ὥσπερ ποταμοὶ πολλῷ τῷ ῥοίζῳ φερόμενοι, οὕτω πάντα παρασύροντες ἀπῄεσαν. Ταῦτα δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Πῶς οὖν οἱ προφῆται προεφήτευσαν, καὶ τὰ μυρία εἰργάσαντο θαύματα; Οἱ ἀπόστολοι μὲν γὰρ οὐ Πνεύματι ἐξέβαλον, ἀλλὰ τῇ παρ' αὐτοῦ ἐξουσίᾳ, ὡς αὐτός φησιν. Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Τοῦτο δὲ ἔλεγε, δηλῶν ὅτι οὐ πάντες Πνεύματι ἐξέβαλον πρὸ τοῦ σταυροῦ, ἀλλὰ τῇ παρ' αὐτοῦ ἐξουσίᾳ. Ὅτε γοῦν αὐτοὺς ἔμελλε πέμπειν, τότε ἔλεγε, Λάβετε Πνεῦμα ἅγιον· καὶ πάλιν, Ἦλθεν ἐπ' αὐτοὺς Πνεῦμα ἅγιον, καὶ τότε τὰ σημεῖα ἐποίουν. βʹ. Ὅτε δὲ ἔπεμπεν αὐτοὺς, οὐκ εἶπεν, Ἔδωκεν αὐτοῖς Πνεῦμα ἅγιον· ἀλλ' Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις ἦν, ἀλλ' ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα, καὶ ἀπὸ