210
ἐστιν ὁ παρορμῶν τὴν ἑαυτοῦ ψυχὴν ἐπὶ τῷ εὐλογεῖν τὸν κύριον. καὶ οἱ τὴν ψυχὴν δὲ λέγοντες ειναι τοῦ πνεύματος οὐχ ὡς χοῦν αὐτό φασιν ἀλλ' ὡς ὑπ' αὐτὸ καὶ τὴν αὐτοῦ κηδεμονίαν τυγχάνουσαν. ̓Εντὸς δὲ αὐτοῦ καλεῖ πᾶσαν τὴν λογικὴν τοῦ ἀνθρώπου δύναμιν. ουτω γὰρ ἀκουστέον καὶ τοῦ σωτῆρος λέγοντός τισιν ̔Η βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. καὶ ουτω θεώρησον τὰ ἐντὸς κατὰ διάνοιαν αλλην· οταν τὰς δυνάμεις εχωμεν ἡσυχαζούσας, ων δυνάμεθα ἐνεργῆσαι καλῶς ἐντὸς ἡμῶν ειναι λέγονται. δεῖ ουν ἀνακινῆσαι ταύτας καὶ τρέψαι πρὸς ἐνεργείας δι' ων εὐλογοῦμεν τὸ ονομα κυρίου. οὐδεὶς γὰρ τῷ δυνάμεις εχειν ἀλλ' ἐνεργείας ἀγαθὰς εὐλογεῖ τὸ αγιον ονομα. ἀμέλει καὶ ὁ σωτὴρ τοῖς δύναμιν ἀρετῆς καὶ γνώσεως θείας μεταλαβοῦσιν εφη ̔Η βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι, μονονουχὶ λέγων· Ης ζητῶ παρ' ὑμῶν πίστεως καὶ ἀρετῆς τὰς ἀφορμὰς ἐν ἑαυτοῖς εχετε, λογικοὶ καὶ κατ' εἰκόνα θεοῦ γεγενημένοι· οθεν μὴ εξω ἑαυτῶν ζητεῖτε τὸ ἀγαθόν. 978 Ps 102,3b-5 Νόσοι ψυχῆς αἱ ἁμαρτίαι. ιασαι γάρ φησι τὴν ψυχήν μου οτι ημαρτόν σοι. Λυτροῦται δὲ ζωὴν ἐκ φθορᾶς, ινα μηκέτι κατὰ φθορὰν καὶ ἐμπαθῆ ζῇς ζωὴν ἀλλ' ἐν ἀφθαρσίᾳ ἀγαπῶν τὸν κύριον ̓Ιησοῦν. καὶ αφθαρτον δὲ ἀνθρώπου παρέχων σοι σῶμα ἐν τῇ ἀναστάσει λυτροῦται ἐκ φθορᾶς τὴν ζωήν σου. Στεφανοῖ δέ σε καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τῆς υλης τοῦ στεφάνου τούτου ἐλεημοσύνης καὶ οἰκτιρμοῦ τυγχανούσης. ὡς γὰρ αλλοι τὸν τῆς δικαιοσύνης στέφανον καὶ τὸν ἀμαράντινον στέφανον τῆς δόξης δέχονται ἐκ δικαιοσύνης καὶ δόξης ὀρθῆς πεπλεγμένον, ουτω καὶ σὺ ἐξ ἐλέου καὶ οἰκτιρμοῦ ων εἰργάσω στεφανοῦσαι κατὰ τὸ Μακάριοι οἱ ἐλεήμονες, οτι αὐτοὶ ἐλεηθήσονται. η καὶ ουτως οπερ βέλτιον· οὐ τοσοῦτον δι' α ἠνδραγαθήσω ἐν τῷ ἀγωνίζεσθαι, οσον διὰ τὸ ἐλεεῖσθαί σε καὶ οἰκτείρεσθαι ὑπὸ κυρίου στεφανοῦσαι, ἀναδοῦντος τοῦ κυρίου τῷ στεφάνῳ τῶν χαρίτων τὴν νοητὴν κεφαλήν σου. ὡς γὰρ χάριτι θεοῦ καὶ οὐκ ἐξ ἡμετέρων εργων σῳζόμεθα καὶ οὐκ αξια εχομεν παθήματα ἐν τῷ νῦν καιρῷ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι δόξαν ἡμῖν, ουτω καὶ στεφανοῖ ἡμᾶς οὐ πρὸς τὴν ἡμετέραν σκοπῶν αθλησιν ἀλλὰ πρὸς τὸν ἑαυτοῦ ελεον καὶ οἰκτιρμόν. ̓Εμπίπλησι δὲ καὶ ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. διδοὺς γὰρ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν ἐστιν. ἐπεὶ ουν καὶ αὐτὸ τὸ ἐπιθυμεῖν τῶν ἀγαθῶν αἰτεῖσθαι αὐτὰ τυγχάνει, διδούς σοι πάντα ων ὀρέγῃ ἐμπιπλᾷ ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· τοῦ γὰρ δικαίου πᾶσα ἐπιθυμία ἀγαθή ἐστι. Καὶ ἐπεὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γινομένη καὶ αμα τῷ εἰς οὐσίαν ἐλθεῖν ἐν προχρείᾳ τοῦ ἀγαθοῦ γέγονας, ἐξ ἀπροσεξίας δὲ πτερορρυήσασα ἀπέβαλες τὴν ἀρετὴν πρακτικήν τε καὶ διανοητικὴν ουσαν δι' ης μετεωριζομένη εἰς υψος ἀνήρχου, ισθι οτι εχεις δύναμιν τοῦ πτεροφυεῖσθαι, εἰ βουληθείης καὶ συνεργηθείης θεόθεν. καὶ εσται σοι τοῦτο, ἀνακαινιζομένης σου τῆς νεότητος κατὰ τὸν ἀετόν. ὡς γὰρ τὸ ορνεον τοῦτο γηράσαν ἀποτιλλοῦται, ιν' αυθις νέα πτερὰ φύσῃ, ουτω καὶ σὺ γηράσασα τῇ κακίᾳ ἀνανεώθητι τῆς ἀρχαιότητος καὶ τῆς νεότητός σου ἐν ἀπολήσει γινομένη, ιν' οις ποτε ἐχρῶ ἰσχυροῖς ουσι καὶ νῦν χρωμένη μετέωρος εἰς οὐρανὸν ἀρθῇς πρὸς πάντας τοὺς αμα σοι τὸν θεὸν ὑπομεμενηκότας· Οἱ γὰρ ὑπομένοντες τὸν κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ κοπιάσουσιν. 979 Ps 102,6 Πατὴρ οἰκτιρμῶν καὶ μόνος ἀγαθὸς ων ὁ κύριος ἐλεημοσύνας ποιεῖ, πάντας ἐλεῶν εὐεργετῶν· οθεν καὶ τοῖς ἀδικουμένοις ὑπὸ διαβόλου καὶ τῆς κακίας ποιῶν κρίμα, τὸν ιδιον υἱὸν ἐπέπεμψεν ἐπὶ τῷ ἰάσασθαι καὶ ἐλευθερῶσαι τοὺς καταδυναστευομένους ὑπὸ τοῦ Σατανᾶ ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρούμενον τὰς ψυχὰς αὐτῶν, αρας τὸ καθ' ἡμῶν χειρόγραφον καὶ προσηλώσας τῷ σταυρῷ. ὁ κατέχων, ὁ διάβολος, ὑποχρέους ειχεν ἡμᾶς, ἡμῶν δι' ων ἐπράττομεν συστησάντων αὐτῷ τὸ καθ' ἡμῶν χειρόγραφον. ἐρρύσθημεν ουν ἀπὸ πάσης ἀδικίας τῆς καθ'