211
ἡμῶν, ποιήσαντος τοῦ θεοῦ κρίμα τοῖς ἀδικουμένοις, οπως διὰ τοῦ αιματος τοῦ υἱοῦ αὐτοῦ ̓Ιησοῦ Χριστοῦ καθαρισθῶμεν ἀπὸ πάσης ἀδικίας οὐ μόνον καθ' ην ἠδικούμεθα ἀλλὰ καὶ ης ἐπράττομεν. ἐντεῦθεν μανθάνομεν κατὰ τὴν τοῦ Παύλου προτροπὴν μᾶλλον ἀδικεῖσθαι η ἀδικεῖν. τοῖς μὲν γὰρ ἀδικουμένοις ὁ θεὸς ποιεῖ κρίμα εὐεργετῶν αὐτούς, τοῖς δ' ἀδικοῦσι κόλασιν ἐπιφέρων ὡς μὴ κληρονομεῖν αὐτοὺς θείαν ἐπαγγελίαν· Αδικοι γὰρ βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 980 Ps 102,7 ̓Εκ παραλλήλου αἱ ἀρεταὶ καλοῦνται. ὁ γὰρ λέγων Τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι τὰς ἀρετὰς ἀξιοῖ φανερὰς αὐτῷ γενέσθαι· καὶ τὸ Οὐ παύσῃ δὲ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας ὑπὸ Παύλου πρὸς ̓Ελύμαν λεγόμενον τὸ αὐτὸ παρίστησι σημαῖνον. οτι δὲ καὶ θελήματα τοῦ θεοῦ αἱ ἀρεταί, πιστωθήσεται ἐκ τοῦ Ευρον ∆αυὶδ τὸν τοῦ ̓Ιεσσαί, ανδρα κατὰ τὴν καρδίαν μου, ος ποιήσει πάντα τὰ θελήματά μου. Καὶ ἑτέρως δὲ νοηθείη τὸ προκείμενον· ἐπεὶ γὰρ σκιὰν εχοντα τὸν νόμον τῶν μελλόντων ἀγαθῶν δέδωκεν ὁ θεὸς διὰ Μωυσέως, εκαστον δὲ μέρος τοῦ νόμου τούτου εἰκόνα καὶ τύπον νοητοῦ καὶ πνευματικοῦ φέρει ὡς οιόν τ' ειναι τρόπῳ ἀναλογίας ἀπὸ τῶν αἰσθητῶν η τῆς κακίας ἐπὶ τὰ πνευματικὰ καὶ πρωτότυπα μεταβαίνειν, τὰς τοιαύτας δὲ μεταβάσεις οὐκ αλλος η ὁ κύριος διδάξει-εἰκότως περὶ τούτων τῶν μεταβάσεων ειρηται ̓Εγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ. καὶ τίς γὰρ αλλος Μωυσέως ἠπίστατο ἀπὸ τῆς αἰσθητῆς περιτομῆς καὶ σωματικῆς θυσίας καὶ τῶν αλλων σκιωδῶν ἀναβαίνειν ἐπὶ τὴν ἀλήθειαν, ὑπὸ θεοῦ μαθὼν τὸ ουτως ὁδεύειν; ἐγνώρισε γὰρ αὐτῷ τὰς ὁδοὺς αὐτοῦ. ἀλλὰ καὶ ει τις τοῦ ̓Ισραὴλ υἱὸς ειη περὶ ου λέλεκται ̓Ισραὴλ ὁ ἐκλεκτός μου, ουτως ἐπιστήσεται τοῖς θεοῦ θελήμασι γνωριζομένοις ὑπ' αὐτοῦ τοῖς διορατικοῖς, οπως ἐν κρυπτῷ ̓Ιουδαῖοι σπεύδοντες ειναι μὴ τὴν σάρκα ἀλλὰ τὴν καρδίαν περιτέμνωνται· ἀλλὰ καὶ θύουσι θυσίαν δικαιοσύνης καὶ αἰνέσεως τῷ θεῷ ουσαν πνευματικὴν θυσίαν. 981 Ps 102,9 Εστι πάντα τὰ εἰρημένα ὁ κύριος, ἐπείπερ ἀληθινός ἐστι θεός, ων δὲ θεὸς ἀληθινὸς οὐκ ἐν εξει τῶν προειρημένων ἀρετῶν ἀλλὰ πηγὴ καὶ οὐσία αὐτῶν ὑπάρχει. διὸ καὶ θαρροῦμεν οτι καν ποτε ἁμαρτήσασιν ἡμῖν ὀργισθείη οὐκ ἐπὶ τῷ συντελέσαι καὶ ἀπολέσαι τοῦτο ποιεῖ. τοῦτο γὰρ ην τὸ Εἰς τέλος ὀργισθήσεται, τουτέστι παραμεῖναι τῷ ὀργίζεσθαι εως τέλους καὶ φθορᾶς τῶν πρὸς ους ἡ ὀργή. Μὴ εἰς τέλος ουν ὀργιζόμενος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. οὐδὲ γὰρ ἐπίμονον ὀργὴν εχει ὁ φάσκων Οταν γὰρ ἡ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. 982 Ps 102,11.12 Τὸ δὲ ελεος τοῦ θεοῦ τὴν ἀρχὴν λαμβάνει ἐπὶ τὴν γῆν κατὰ τὸ λεχθὲν Τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ· ειτα ἐντεῦθεν ἀρχόμενον τὸν ελεον γίνεσθαι ἐπὶ τοὺς εὐλαβεῖς ἐπαίρει καὶ μετεωρίζει τούτους ἐπὶ τὸ υψος αγων τοῦ οὐρανοῦ· ̓Εμεγαλύνθη γὰρ εως τῶν οὐρανῶν τὸ ελεός σου. καὶ αὐτὸ γὰρ τὸ εἰς βασιλείαν οὐρανῶν ἀνελθεῖν μᾶλλον ἐλέῳ θεοῦ η ἑτέρῳ τινὶ γίνεται. Φωτειναὶ δὲ τυγχάνουσαι αἱ σωτηριώδεις ἀρεταὶ ἀνατολαῖς ἐοίκασι, δύσεσι δὲ αἱ ἁμαρτίαι πάντῃ φωτὸς ἐστερημέναι. ἐπεὶ ουν αμα τις ἐν ἀρετῇ καὶ κακίᾳ οὐ δύναται ειναι, ὁ συνεγγίσας ταῖς προειρημέναις ἀνατολαῖς ὡς ἐν αὐτῷ διατρίβειν τῷ ἐν ̓Εδὲμ κατὰ ἀνατολὰς ὑπὸ θεοῦ πεφυτευμένῳ παραδείσῳ μακρυνθείσας εχει ἀφ' ἑαυτοῦ† τοσαύτῃ διαστάσει οσον ἀπέχουσιν αἱ ἀρτίως εἰρημέναι δυσμαὶ τῶν ἑρμηνευθεισῶν ἀνατολῶν· μακρὰν γὰρ αἱ κακίαι τῶν ἀρετῶν. ἀλλ' ωσπερ ὁ ἐν ταῖς ἀνατολαῖς ων μακρυνομένας εχει ὑπὸ θεοῦ τὰς προειρημένας δυσμάς, ουτως ὁ ἐν αὐταῖς διὰ τοῦ ἁμαρτάνειν ειναι θέλων παρ' ἑαυτὸν ἀλλ' οὐκ ἐκ τοῦ θεοῦ μεμακρύνεται ἀπὸ τῶν ἀνατολῶν, ἐκβληθεὶς τοῦ παραδείσου. ἀλλ' ομως καὶ τούτων γεγενημένων ἐκ παρακοῆς τῶν θείων ἐντολῶν, ἐρχόμενος ̓Ιησοῦς ἐπὶ τὰς δυσμὰς κατὰ τὸ ̔Οδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ονομα αὐτῷ, οὐκ ἐάσει ἐπὶ πολὺ ἐκεῖσε διατρῖψαι, πρὸς εκαστον ἐρῶν Μετ' ἐμοῦ εσῃ ἐν τῷ παραδείσῳ. αφεσιν γὰρ ἁμαρτημάτων παρέχων ἀφίστησι τῶν