211
εὐαγγελιστὴς, ὅτι Τινὲς ἤθελον πιάσαι αὐτὸν, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα αὐτοῦ· εἰ γὰρ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἱκανὸν ἦν εἰς κατάνυξιν αὐτοὺς ἀγαγεῖν· ἀλλ' οὐ κατενύγησαν, καθώς φησιν ὁ προφήτης· ∆ιεσχίσθησαν, καὶ οὐ κατενύγησαν. γʹ. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐδενὶ βούλεται εἴκειν, πρὸς ἓν βλέπει μόνον, ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. Ἀλλὰ τί φησιν ἡ Γραφή; Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται· ὅπερ καὶ τότε γέγονεν. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο αὐτὸν ἀνελεῖν, ὡς δὴ σβεννύντες τὸ κήρυγμα· γέγονε δὲ τοὐναντίον. Τὸ μὲν γὰρ κήρυγμα ἀνθεῖ τῇ τοῦ Χριστοῦ χάριτι· τὰ δὲ ἐκείνων πάντα ἐσβέσθη καὶ ἀπ 59.286 όλωλε, καὶ πατρίδος καὶ ἐλευθερίας, καὶ ἀδείας, καὶ λατρείας ἐξέπεσον, καὶ πάσης ἀπεστερήθησαν εὐημερίας, καὶ γεγόνασι δοῦλοι καὶ αἰχμάλωτοι. Ταῦτ' οὖν εἰδότες, μηδέποτε ἐπιβουλεύωμεν ἑτέροις, μαθόντες ὅτι καθ' ἑαυτῶν ἀκονῶμεν τὸ ξίφος, καὶ βαθυτέραν ἑαυτοῖς διδόαμεν τὴν πληγήν. Ἀλλ' ἐλύπησέ τις, καὶ βούλει αὐτὸν ἀμύνασθαι; Μὴ ἀμύνῃ· οὕτω γὰρ ἀμύνασθαι δυνήσῃ. Ἐὰν δὲ ἀμύνῃ, οὐκ ἠμύνω. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον, ἀλλ' ἀληθῆ λόγον. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι σὺ μὴ ἀμυνόμενος, τὸν Θεὸν αὐτῷ καθιστᾷς ἐχθρόν· ἀμυνόμενος δὲ, οὐκέτι. Ἐμοὶ γὰρ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Εἰ γὰρ οἰκέτας ἔχομεν, κἂν πρὸς ἀλλήλους διενεχθέντες, μὴ τῆς δίκης καὶ τῆς κολάσεως ἡμῖν παραχωρήσωσιν, ἀλλ' ἑαυτοῖς ἐπιτρέψωσι, κἂν μυριάκις προσέλθωσιν, οὐ μόνον οὐκ ἀμυνόμεθα, ἀλλὰ καὶ ἀγανακτοῦμεν, ∆ραπέτα, λέγοντες, καὶ, μαστιγία, τὸ πᾶν ἡμῖν ἐπιτρέψαι ἐχρῆν· ἐπειδὴ δὲ σαυτῷ προλαβὼν ἤμυνες, μηδὲν ἐνόχλει λοιπόν· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ παραγγείλας αὐτῷ παραχωρεῖν ἁπάντων, τοῦτο ἐρεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν παρὰ μὲν παίδων τῶν ἡμετέρων τοσαύτην ἀπαιτῶμεν φιλοσοφίαν καὶ ὑπακοήν· τῷ δὲ ∆εσπότῃ μὴ παραχωρῶμεν ὧν βουλόμεθα τοὺς οἰκέτας ἡμῖν παραχωρεῖν; Ταῦτα δὲ λέγω, διὰ τὸ πρόθυμον ὑμῶν περὶ τὴν ἀλλήλων κόλασιν· ἐπεὶ τόν γε ἀληθῶς φιλοσοφοῦντα οὐδὲ τοῦτο χρὴ ποιεῖν, ἀλλὰ συγγινώσκειν καὶ ἀφιέναι τὰ ἁμαρτήματα, εἰ καὶ μὴ ἐκεῖνο ἦν τὸ μέγα ἔπαθλον, τὸ ἄφεσιν ἀντὶ τούτων λαμβάνειν. Εἰ γὰρ, εἰπέ μοι, καταγινώσκεις τοῦ ἡμαρτηκότος, τίνος ἕνεκεν καὶ αὐτὸς ἁμαρτάνεις, καὶ τοῖς αὐτοῖς περιπίπτεις; Ὕβρισε; Μὴ ἀνθυβρίσῃς· ἐπεὶ σαυτὸν ὕβρισας. Ἔπληξε; Μὴ ἀντιπλήξῃς· ἐπεὶ τὸ διάφορον οὐδαμοῦ. Ἐλύπησε; Μὴ ἀντιλυπήσῃς· ἐπεὶ τὸ κέρδος οὐδὲν, ἀλλὰ γέγονας ἐκείνων πάλιν ἴσος. Οὕτως αὐτὸν ἐντρέψαι δυνήσῃ, ἂν μετὰ πραότητος ἐνέγκῃς ἐπιεικῶς· οὕτως αὐτὸν καταιδέσαι, οὕτως αὐτὸν ἐγκόψαι τῆς ὀργῆς. Οὐδεὶς κακῷ κακὸν ἰᾶται, ἀλλ' ἀγαθῷ τὸ κακόν. Ταῦτα παρ' Ἕλλησί τινες φιλοσοφοῦσιν. Αἰσχυνθῶμεν τοίνυν, εἰ παρ' Ἕλλησι τοῖς ἀνοήτοις τοσαύτης οὔσης τῆς φιλοσοφίας, ἡμεῖς ἐλάττους φαινοίμεθα. Πολλοὶ ἠδικήθησαν, καὶ ἤνεγκαν· πολλοὶ ἐσυκοφαντήθησαν, καὶ οὐκ ἠμύναντο· ἐπεβουλεύθησαν, καὶ εὐηργέτησαν. ∆έος δὲ οὐ μικρὸν, μὴ μείζους ἡμῶν τινες παρ' αὐτοῖς κατὰ τὸν βίον εὑρεθῶσι, καὶ σφοδροτέραν ἡμῖν τὴν κόλασιν ἐργάσωνται. Ὅταν γὰρ οἱ Πνεύματος μετεσχηκότες, οἱ βασιλείαν προσδοκῶντες, οἱ ὑπὲρ τῶν οὐρανῶν φιλοσοφοῦντες, οἱ μὴ δεδοικότες γέενναν, οἱ κελευόμενοι ἄγγελοι γίνεσθαι, οἱ μυστηρίων ἀπολαύοντες, μηδὲ εἰς τὴν αὐτὴν ἐκείνοις φθάσωμεν ἀρετὴν, ποίαν ἕξομεν συγγνώμην; Εἰ γὰρ Ἰουδαίους ὑπερβαίνειν χρὴ (Ἐὰν γὰρ μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη, φησὶ, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν), πολλῷ μᾶλλον Ἕλληνας· εἰ Φαρισαίους, πολλῷ μᾶλλον τοὺς ἀπίστους. Εἰ γὰρ μὴ ὑπερβάντων ἡμῶν τὴν ἐκείνων πολιτείαν, ἀποκέκλεισται τὰ τῆς βασιλείας· ὅταν καὶ Ἑλλήνων φαινώμεθα χείρους, πῶς ἕξομεν ταύτης ἐπιτυχεῖν; Πᾶσαν τοίνυν πικρίαν, καὶ ὀργὴν, καὶ θυμὸν ἐκβάλωμεν. Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Καὶ γὰρ καὶ ἰατροὶ τῷ αὐτῷ πολλάκις χρῶνται φαρμάκῳ. Καὶ ἡμεῖς οὐ παυσόμεθα τὰ αὐτὰ ἐνηχοῦντες, ἀναμιμνήσκοντες, διδάσκοντες, παρακαλοῦντες. Καὶ γὰρ πολὺς 59.287 τῶν βιωτικῶν