213
αὐτά. σημαίνει γὰρ καὶ τὸ τῆς ἐξομολογήσεως ονομα καὶ τὴν συμφωνίαν τὴν ἐν λόγοις. εἰ δὲ θέλεις αλλην κατὰ μετάνοιαν ἐξομολόγησιν καὶ τὴν ἐπ' εὐχαριστίαν ἐνδεδύσθαι αὐτόν, οὐχ ἁμάρτοις. καταλλήλως δὲ τούτῳ τῷ σημαινομένῳ καὶ τὴν τῶν κατορθούντων ἀρετὴν μεγαλοπρέπειαν καλουμένην ἐνδύσεται. καὶ ωσπερ ὁ σωτὴρ φάσκων Γυμνὸς ημην καὶ περιεβάλετέ με δηλοῖ οτι ενδυσις καὶ σκέπη αὐτοῦ γίνεται ἡ πρᾶξις τῶν κατ' αὐτὸν πολιτευομένων, ουτω καὶ ὁ πατὴρ ἐνδύσεται τὰς τῶν περὶ αὐτὸν σπουδαζόντων ειναι ἀρετάς. 990 Ps 103,2a Ωσπερ ὁ ἀναβαλλόμενος αἰσθητὸν ἱμάτιον πάντοθεν καλύπτεται, ουτω θεὸς πάντοθεν γνώσεως πεπληρωμένος ὡς ἀκατάληπτον αὐτοῦ τυγχάνειν τὴν οὐσίαν ἀναβάλλεται φῶς ὡς ἱμάτιον, σημαινούσης καὶ ἐνταῦθα τῆς φῶς προσηγορίας τὴν ἀκραιφνεστάτην γνῶσιν. τούτῳ συνᾴδων περὶ θεοῦ γράφει Παῦλος ὡς αρα οικον εχει φῶς ἀπρόσιτον η οἰκεῖ φῶς ἀπρόσιτον. καὶ ἐν ταύτῃ γὰρ τῇ λέξει τὸ ολον ειναι τὸν θεὸν γνῶσιν καὶ διὰ τοῦτο δυσπερινόητον ὑπάρχειν τοῖς νοητοῖς οἰκῶν ειρηται φῶς ἀπρόσιτον. 991 Ps 103,2b.3a Τὸν ἀνωτέρω ἡμῶν ἀέρα καὶ νεύοντα πρὸς τὸν αἰθέρα υδασι τοῖς κατὰ τὰς συστροφὰς τῶν νεφελῶν στεγάζει. Πρὸς δὲ διάνοιαν· τὴν νοητὴν οὐσίαν οὐρανὸν ὀνομάζει ἐκτεινομένην καὶ ἁπλουμένην ἐπὶ σκέπῃ τοῦ νοῦ ὁ στεγάζων τοῖς νοητοῖς καὶ θείοις υδασι τὰ ὑπερῷα τῆς ψυχῆς τουτέστι τὰς δυνάμεις αὐτῆς τὰς ὑπεράνω τῶν αἰσθητῶν τυγχανούσας. 992 Ps 103,6a Τὴν αβυσσον ἐπὶ ἀκαταληψίας εὑρήσεις κειμένην καὶ ἐν τῷ Τὰ κρίματά σου, κύριε, αβυσσος πολλή. ἀνεξερευνήτων γὰρ οντων τῶν κριμάτων αὐτοῦ, οὐκ εστι κατάληψιν αὐτῶν εχειν. διὸ καὶ οὐχ ἁπλῶς ἀβύσσῳ ἀλλὰ πολλῇ παραβάλλονται. καὶ τὸν θεὸν ουν ου πολλὴ αβυσσος τὰ κρίματά ἐστι περιβολαίου δίκην καλύπτει ἀκαταληψία αβυσσος ὀνομαζομένη. 993 Ps 103,7b Βροντῆς ἀκούοντα τὰ ορη τουτέστιν τὸν κατὰ τὴν πρόνοιαν μεγαλοφώνως γινόμενον λόγον δειλιᾷ. εἰκότως περὶ τῶν αἰσθητῶν ὀρῶν καὶ ὑδάτων εἰρῆσθαι ταῦτα δεῖ νοεῖν. δυνατὸν δὲ τὸ ̓Απὸ φωνῆς βροντῆς σου δειλιάσουσι μὴ ἐπὶ τῶν ὑδάτων ἐκλαβεῖν ἀλλ' ἐπὶ τῶν ἀνθρώπων, μᾶλλον δ' ἐπὶ τῶν ἐμψύχων ἁπάντων δηλουμένων, οπως αν γένοιτο βροντή, τῆς ἀοράτου καὶ ἀφανοῦς θεότητος συναισθανομένων. 994 Ps 103,11.12 ∆ιὰ πάσης λέξεως ὁ προκείμενος ψαλμὸς θεὸν ὑμνῶν δοξολογεῖ, ἑκάστου κτίσματος μνημονεύων· οθεν καὶ ἐν τοῖς προκειμένοις ἀποδεχόμενος τὴν πρόνοιαν αὐτοῦ, θαυμάζει καὶ τὴν μετὰ σοφίας ἀγαθότητα αὐτοῦ φροντίσαντος καὶ τῆς διαμονῆς τῶν ἀλόγων ζῴων. καὶ εἰκότως· εἰ γὰρ αὐτὸς αὐτὰ πεποίηκε, καὶ τῆς τροφῆς καὶ τοῦ πότου αὐτῶν αὐτὸς χορηγὸς ειη. 995 Ps 103,13-15 Καὶ κατὰ ἀναγωγὴν δὲ νοήσεις τὰ ἀρτίως ἀποδοθέντα ορη· εἰσὶ δὲ οἱ πνευματοφόροι ανδρες. ποτίζονται ἐκ τῶν ὑπερῴων αὐτοῦ τοῦ θεοῦ, πληρούμενοι τῶν τοῦ πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ τῶν ἑξῆς ἀπηριθμημένων. ὑπερῷα δὲ θεοῦ ἀφ' ων τὰ ορη ποτίζει ἀκραιφνεῖς καὶ ὑπερβάλλουσαι θεωρίαι τῆς ἀληθείας τυγχάνουσιν, ὑπερῷα καλούμεναι τῷ μηδὲν αὐτὰς ὑπεραναβεβηκέναι. ̓Απὸ καρποῦ τῶν εργων σου χορτασθήσεται ἡ γῆ. αὐτὸς γὰρ ειπε Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, καὶ τὰ ἑξῆς. κατὰ δὲ ἀναγωγὴν ἐκ τῶν ̓Ιησοῦ κατὰ τὴν ἐπιδημίαν εργων πολὺν καρπὸν ἐχόντων απασα ἡ γῆ χορτάζεται μεταλαμβάνουσα τῶν ουτω παραδόξως ὑπὸ ̓Ιησοῦ γεγενημένων. ουτος γὰρ καρπὸς τῶν εργων αὐτοῦ τυγχάνει. καὶ ὁ λόγος δὲ ὁ περὶ τῶν εργων τῆς δημιουργίας καὶ προνοίας αὐτοῦ νοηθεὶς οια καρπὸς εργων θεοῦ τυγχάνων χορτάσει τὴν γῆν, φημὶ δὲ τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας ἀνθρώπους. ̓Ανατελεῖ δὲ καὶ ἐν τοῖς ὑπὲρ φύσιν καὶ ὑψηλοτάτοις λόγοις αὐτοῦ ορεσιν ουσι χόρτον ον φέρεσθαι οιοί τέ εἰσιν οἱ ἀλογώτεροι. εστι δ' ὁ ἐν τούτοις ορεσι χόρτος ὁ περὶ τῶν αἰσθητῶν λόγος καὶ τὸ γράμμα τῆς γραφῆς, ἀλλὰ καὶ ὁ ἠθικώτερος ου μεταλαβεῖν καὶ οἱ πολλοὶ δυνήσονται, ἑκάστου τῶν