1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

214

τοιούτων λέγοντος Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. ὑπερβάντες δέ ποτε τὴν τοιαύτην κατάστασιν οὐκέτι δουλεία τῶν ἀνθρώπων οντες ἀλλ' ανθρωποι γεγενημένοι ἐροῦσι πάλιν εκαστος ̔Ητοίμασας ἐνώπιόν μου τράπεζαν. Οινος δ' εὐφραίνει καρδίαν ἀνθρώπων, οὐ πᾶς η μόνος ὁ τὴν γένεσιν εχων ἐκ τοῦ εἰπόντος ̓Εγώ εἰμι ἡ αμπελος ἡ ἀληθινή, ἀλλ' ἐπεὶ τὰ αἰσθητὰ πάντα γῆ διὰ τὸ ὑλικὸν ὀνομάζεται. ̓Εκ τούτων δὲ λαβεῖν εστι λόγον ἀναβιβάζοντα διά τινος ἀναλογίας ἐπὶ τὰ νοητά. καὶ ουτος ὁ λόγος αρτος ἐστὶν ἐκ τῆς γῆς ἐξαγόμενος ἐπὶ τῷ τρέφειν τὸν ενδον καὶ ἐν κρυπτῷ ανθρωπον· καὶ ἀπὸ τῶν σωματικῶν δὲ τῆς γραφῆς διηγημάτων διὰ τὸ ἱστορικὸν γῆ εἰρημένων αρτος ἐξαγόμενος ὁ μυστικός ἐστι λόγος. ἱλαρύνεται δὲ καὶ φαιδρύνεται τὸ πρόσωπον τοῦ εσω ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς καὶ λύοντι τὰς νόσους καὶ τοὺς πόνους τῆς ψυχῆς ἐπινοίᾳ μόνῃ διαφέρον τοῦ ἀποδοθέντος οινου. ὁ γὰρ τοῦ θεοῦ λόγος ωσπερ αμπελος, ουτως καὶ ἐλαία ἐστίν· ̓Εγὼ γάρ φησι ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οικῳ τοῦ θεοῦ. ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέσιν οινός τε καὶ ελαιόν ἐστι καὶ αρτος. 996 Ps 103,18 Κατὰ δὲ ἀναγωγήν· τὸ γένος τῶν ἐλάφων πολεμίως εχει πρὸς τὸ τῶν οφεων γένος. σπεύδουσι γοῦν ἀνελεῖν αὐτούς. τοιοῦτοι δὲ πάντως οἱ Χριστοῦ μαθηταί, ἑτοίμως εχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν. εσχον δὲ καὶ τὴν κατὰ τῶν νοητῶν οφεων δύναμιν ἐκ τοῦ ὀρέξαντος ἐξουσίαν αὐτοῖς πατεῖν ἐπάνω οφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Αυται ουν αἱ πνευματικαὶ ελαφοι ἐπιποθοῦσαι ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων τὰς πνευματικὰς αι καὶ ορη αλλως ὀνομάζονται, ἐπ' αὐτὰ ταῦτα τὰ ορη διατρίβουσι. Καὶ ειεν αν αἱ κατ' ἀρετὴν τετελειωμέναι ψυχαὶ πηδῶσαι μεγάλα ελαφοι, μιμούμεναι τὸν πηδῶντα ἐπὶ τὰ ορη καὶ διαλλόμενον ἐπὶ τῶν βουνῶν οντα καὶ δορκάδα διὰ τὸ ὀξυωπὲς καὶ διορατικόν. αἱ δέ γε ὑποβεβηκυῖαι ταύτας τὰς ψυχὰς καὶ ἀσθενέστεραι χοιρογρύλλιοι καλούμεναι καταφεύγουσιν ὡς ἐπὶ φρούριον ἀκαταμάχητον τὴν πέτραν ἐφ' ῃ θεμελιοῖ ̓Ιησοῦς τὴν ἐκκλησίαν· αυτη δ' ἐστὶν ἡ ὁμολογία τῆς πίστεως. καὶ ἐν Παροιμίαις ειρηται Καὶ οἱ χοιρογρύλλιοι, εθνος οὐκ ἰσχυρόν, ἐποίησαν ἐν πέτραις τοὺς ἑαυτῶν οικους. θαυμαστὸν δὲ οὐδὲν εἰ οπου μὲν ἑνικῶς, οπου δὲ πληθυντικῶς ειρηται ἡ πέτρα, τοῦ Χριστοῦ οντος πέτρας ἁπλῶς, οντος δὲ καὶ κατὰ τὰς διαφόρους ἐπινοίας πετρῶν. φέρεται γραφὴ Πέτρα καταφυγὴ τοῖς λαγωοῖς, ὡς τάχα συνωνυμίαν ειναι λαγωοῦ καὶ χοιρογρυλλίου. εστιν ουν ἑκάστου ἀκούειν λέγοντος ̓Ιδοὺ κύριος βοηθεῖ μοι· τίς κακώσει με; καὶ Κύριος ἐμοὶ βοηθός, καὶ Οὐ φοβηθήσομαι· τί ποιήσει μοι ανθρωπος; 997 Ps 103,24 Τὸ δὲ ̔Ως ἐνταῦθα κείμενον οὐχ ὁμοιώσεως ἀλλ' ἀληθείας ἐστὶ δηλωτικόν, ωσπερ καὶ ἐν τῷ ̔Ως ἀγαθὸς τῷ ̓Ισραὴλ ὁ θεός· οὐ γὰρ ἀγαθοῦ ομοιον ἀλλ' ἀληθῶς ἀγαθὸν τὸν θεὸν λέγει. καὶ ἐν τῇ παρούσῃ τοίνυν λέξει τὸ μεμεγαλύνθαι τὰ εργα τοῦ θεοῦ σημαίνεται διὰ τοῦ ̔Ως ἐμεγαλύνθη τὰ εργα σου, κύριε. πᾶν γὰρ τὸ ἐν σοφίᾳ γινόμενον θεοῦ μέγα ἐστί. σοφία δὲ θεοῦ ἐν ῃ τὰ πάντα γεγένηται ὁ κύριός ἐστι· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. 998 Ps 103,27.28 Αλλος δὲ περὶ τῶν λογικῶν μόνον εἰρῆσθαί φησι. τὸ γὰρ προσδοκᾶν καὶ πρὸς θεὸν εχειν τὴν προσδοκίαν τοῦτο αἰνίττεται. εἰς ευκαιρον δὲ προσδοκῶσι ταύτης τυχεῖν, οταν πάσης καχεξίας καὶ νόσου ωσιν ἀπηλλαγμένοι. τότε γὰρ διδομένης ταύτης, συλλέξουσι τοσοῦτον σπεύδοντες αὐτὴν λαβεῖν, οσον εἰς κόρον τραφῆναι. ὑπαρχθήσεται δὲ αὐτοῖς ἡ ἐπὶ τῇ τοσαύτῃ εὐθηνίᾳ χρηστότης, τὴν χεῖρα τῶν λόγων σου καὶ τὴν σοφίαν ἀνοίγοντος αὐτοῖς. 999 Ps 103,31 Τὴν αἰώνιον παρέχων δόξαν τοῖς ἑαυτοῦ εργοις ὁ θεός, οταν πάντα πρὸς αὐτὸν προσδοκήσῃ, εὐφραίνεται. ὡς γὰρ ἐν ἀρχῇ τὰ πάντα λίαν καλὰ ποιήσας ἐνηυφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων ουπω τότε παραβάσεως ουσης, ουτως ἐπὶ τελειώσει καὶ ἀποκαταστάσει τῆς ἐπὶ τὸ